Provisions for enrolling new citizens, on block of white marble; Hellenistic?; found at Amyzon: *Robert, Amyzon no. 26 (PH); BE 1984:425.  
[ ] Robert, Amyzon no. 26
1 ․․․ΗΝ̣ΕΝ̣Α․Σ̣Ι̣Ι̣Ο․․c.8․․․ΤΑΣ․c.4․ΛΙΑΥΤΟ[․․․․․c.14․․․․․]
εἴκοσι· τὴν δὲ ἀναγραφὴν τῶν ὀνομάτων ποιήσας ὁ [․․․․c.12․․․․]
τοὺς παραγενομένους παρ’ αὐτῶν ἔσχατον τῆι εἰκά[δι τοῦ ἐνεστῶ]-
τος μηνός· ὁ δὲ γραμματεὺς τῆς βουλῆς ἀναγνώτω̣ [τὴν παραδο]-
5 θεῖσαν αὐτῶι τῶν ὀνομάτων ἀναγραφὴν τῆι ἕκτηι ἀνομ[ένου]
τοῦ αὐτοῦ μηνὸς καὶ ἀναγραψάτω εἰς τὸ δημόσιον· οἱ δὲ πρυτά̣[νεις]
οἱ πρυτανεύοντες ἐπικληρωσάτωσαν αὐτοὺς ἐπὶ φυλὰς τὰ[ς]
ἐλαχίστας τρεῖς παραχρῆμα μερίσαντες τὰ ὀνόματα εἰς ἑκάσ[την]
φυλήν· οἱ δὲ ἄνδρες οἱ παραδιδόντες τὴν ἀναγραφὴν ὁμοσάτωσαν
10 τῆι ἐκλησίαι κατὰ τῶν ἱερῶν ἦ μὴν τὴν ἀναγραφὴν ἀπὸ τοῦ βελτίσ[του]
Search Help
Contact Us