Honorary decree of demos (of Amyzon) for (no name), on anta-block of marble; Hellenistic?; found at Amyzon: *Robert, Amyzon no. 38 (PH).  
[ ] Robert, Amyzon no. 38
1 [․․․] ἐπῃνῆσθ[αι ․․․ι]αν ἀρετῆς ἕνεκεν κα̣[ὶ εὐ]-
νοίας· εἶναι δὲ αὐτὸν καὶ εὐεργέτην τοῦ δήμο[υ· δε]-
δόσθαι δὲ αὐτῶι καὶ πολιτείαν καὶ ἔγτησιν καὶ μετ[ου]-
σ[ία]ν πάντων ὧν καὶ οἱ [λοι]ποὶ πολῖται μετέχουσιν·
5 πέμπεσθαι δὲ αὐτῶι καὶ γέρας ἀπὸ τῶν δημοτε-
λῶν θυσιῶν· ταῦτα δὲ εἶναι αὐτῶι καὶ ἐγγόνοις· τὸ
δὲ ψήφισμα τόδε ἀναγράψαι ἐπὶ τῆς παραστάδο[ς]
τοῦ ναοῦ τῆς Ἀρτέμιδος ἵνα πᾶσι συμφανὲς ἧι [ὅ]-
τι ὁ δῆμος τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν καὶ τοῖς α[ὐ]-
10 τὸν τιμῶ[σ]ιν δύν̣αται χάριτας ἀ[ποδιδό]ναι κατ̣α[ξί]ας.
Search Help
Contact Us