Honorary decree of demos (of Amyzon) for (no name), on
anta-block of marble; Hellenistic?; found at Amyzon: *Robert,
Amyzon no. 38 (PH).
[ ]
Robert, Amyzon no. 38
| 1 | [․․․] ἐπῃνῆσθ[αι ․․․ι]αν ἀρετῆς ἕνεκεν κα̣[ὶ εὐ]- |
| νοίας· εἶναι δὲ αὐτὸν καὶ εὐεργέτην τοῦ δήμο[υ· δε]- | |
| δόσθαι δὲ αὐτῶι καὶ πολιτείαν καὶ ἔγτησιν καὶ μετ[ου]- | |
| σ[ία]ν πάντων ὧν καὶ οἱ [λοι]ποὶ πολῖται μετέχουσιν· | |
| 5 | πέμπεσθαι δὲ αὐτῶι καὶ γέρας ἀπὸ τῶν δημοτε- |
| λῶν θυσιῶν· ταῦτα δὲ εἶναι αὐτῶι καὶ ἐγγόνοις· τὸ | |
| δὲ ψήφισμα τόδε ἀναγράψαι ἐπὶ τῆς παραστάδο[ς] | |
| τοῦ ναοῦ τῆς Ἀρτέμιδος ἵνα πᾶσι συμφανὲς ἧι [ὅ]- | |
| τι ὁ δῆμος τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν καὶ τοῖς α[ὐ]- | |
| 10 | τὸν τιμῶ[σ]ιν δύν̣αται χάριτας ἀ[ποδιδό]ναι κατ̣α[ξί]ας. |