Honorary decree of A[myzon] for Nikomed[es], on anta-block
of marble; c. 200 BC; found at Amyzon: *Robert, Amyzon no. 16
(PH); BE 1984:423; Piejko, Gnomon 57, 1985, 615.
[ ]
Robert, Amyzon no. 16
1 | [—] |
[— καὶ τῶν ἄλλων ἁπ]άντων ὧν καὶ Ἀμ̣[υζο]- | |
[νεῖς μετέχουσιν ἐν] τ̣αῖς Χρυσαορέωμ πόλε̣[σιν·] | |
[ἑλέσθαι δὲ ἄνδρ]ας οἳ ἀφικόμενοι πρὸς Νικομήδη̣[ν] | |
5 | [τὸ] ψήφισμα ἀποδώσουσιν καὶ ἀσπασάμενοι αὐτ[ὸν] |
[πα]ρ̣ὰ τοῦ δήμου παρακαλέσουσιν ὄντα εὐεργέτην πει- | |
ρ̣ᾶσθαι ἀεί τινος ἀγαθοῦ παραίτιον γίνεσθαι τῶι δήμωι· | |
ἀ̣ναγράψαι δὲ τόδε ψήφισμα ἐν τῶι ἐπιφανεστάτωι τό- | |
πωι τοῦ ναοῦ τῆς Ἀρτέμιδος· ἐπιμεληθῆναι δὲ τῆς ἀ- | |
10 | ναγραφῆς τοὺς προστάτας ὅπως ἧι πᾶσι φανερὸν |
ὅτι ὁ δῆμος εὐεργετηθεὶς ἀποδιδῶι χάριτας ἀξία[ς] | |
τοῖς εὐεργετοῦσιν αὐτόν· τὸ δὲ ἀνήλωμα εἰς ταῦτα | |
δότω ὁ καθεσταμένος ταμίας ἀπὸ τῶν κοινῶν | |
προσόδων. ἡιρέθησαν Μυωνίδης Ἱεροκλείους, Μένιπ- | |
15 | πος Νικασικλείους. |