Honorary decree of A[myzon] for Nikomed[es], on anta-block
of marble; c. 200 BC; found at Amyzon: *Robert, Amyzon no. 16
(PH); BE 1984:423; Piejko, Gnomon 57, 1985, 615.
[ ]
Robert, Amyzon no. 16
| 1 | [—] |
| [— καὶ τῶν ἄλλων ἁπ]άντων ὧν καὶ Ἀμ̣[υζο]- | |
| [νεῖς μετέχουσιν ἐν] τ̣αῖς Χρυσαορέωμ πόλε̣[σιν·] | |
| [ἑλέσθαι δὲ ἄνδρ]ας οἳ ἀφικόμενοι πρὸς Νικομήδη̣[ν] | |
| 5 | [τὸ] ψήφισμα ἀποδώσουσιν καὶ ἀσπασάμενοι αὐτ[ὸν] |
| [πα]ρ̣ὰ τοῦ δήμου παρακαλέσουσιν ὄντα εὐεργέτην πει- | |
| ρ̣ᾶσθαι ἀεί τινος ἀγαθοῦ παραίτιον γίνεσθαι τῶι δήμωι· | |
| ἀ̣ναγράψαι δὲ τόδε ψήφισμα ἐν τῶι ἐπιφανεστάτωι τό- | |
| πωι τοῦ ναοῦ τῆς Ἀρτέμιδος· ἐπιμεληθῆναι δὲ τῆς ἀ- | |
| 10 | ναγραφῆς τοὺς προστάτας ὅπως ἧι πᾶσι φανερὸν |
| ὅτι ὁ δῆμος εὐεργετηθεὶς ἀποδιδῶι χάριτας ἀξία[ς] | |
| τοῖς εὐεργετοῦσιν αὐτόν· τὸ δὲ ἀνήλωμα εἰς ταῦτα | |
| δότω ὁ καθεσταμένος ταμίας ἀπὸ τῶν κοινῶν | |
| προσόδων. ἡιρέθησαν Μυωνίδης Ἱεροκλείους, Μένιπ- | |
| 15 | πος Νικασικλείους. |