Honorary decree of boule and demo[s] (of Amyzon) for
Myonides Chrysaoros, on block of white marble; II2/II1;
found at Amyzon: *Robert, Amyzon no. 35 (PH); BE 1984:428;
Piejko, Gnomon 57, 1985, 620.
[ ]
Robert, Amyzon no. 35
1 | ἐπὶ στεφανηφόρου Παμμένου το[ῦ —] |
νίου, μηνὸς Δύστρου νουμηνίαι· Μηνόδοτ̣[ος —] | |
εἰσανγγέλει τῆι βουλῇ καὶ τῶι δήμω[ι· ἐπειδὴ] | |
Μυωνίδης Χρυσάορος ἀνὴρ καλὸς καὶ ἀγα[θὸς ὑπάρχων] | |
5 | διὰ προγόνων ἀπὸ τῆς πρώτης ἡλικίας τὴ[ν πᾶσαν σπου]- |
δὴν καὶ πρόνοιαν ποιούμενος διατετέλεκε[ν περὶ τῶν τ]ῶ[ι] | |
δήμωι συνφερόντων χάριν τῆς ἐπαυξήσε[ως τῶν κ]οινῶ[ν] | |
πραγμάτων, ἀποδεδειγμένος τὴν ἑαυτοῦ π[ροθυμίαν] διὰ πλι- | |
όνων ἣν ἔσχηκεν εἴς τε τὸ θεῖον καὶ τὸν δῆμο[ν, εὐσεβῶς] μὲν τὰ | |
10 | πρὸς τούς θεοὺς ἄγων, δικαίως δὲ τὰ πρὸς τ[οὺς ἀ]νθρώπους |
ἱστάμενος, τοῦ τε δήμου χρείαν ἔχοντος π[ολλ]άκις διαφόρων | |
καὶ εἰς τὸν προσπεριτιχισμὸν τῆς πόλεως [ἑαυτὸ]ν ἐπέδωκεν εἰς | |
τὰ παρακαλούμενα προθύμως· ἵνα οὖν καὶ [ὁ δῆμος φαί]νηται τοὺς κα- | |
λοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τι[μῶν ․․․․․․․c.18․․․․․․․] τοῖς εὐεργ̣[ε]- | |
15 | τεῖν προαιρουμένο[ις —] |
τιμηθη[—] |