Honorary decree of demos of Amyzon for Menestratos
Agathokk<l>eious of Phokaia, epistates, giving him citizenship,
etc., on anta-block of white marble; 201 BC; found at Amyzon:
*Robert, Amyzon no. 15 (PH); BE 1984:421; Piejko, Gnomon 57,
1985, 614.
[ ]
Robert, Amyzon no. 15
1 | [βασιλε]υόντων Ἀντιόχου Μεγάλου κ[αὶ Ἀντιόχου τοῦ υἱοῦ, ἔτους] |
[δω]δεκάτου καὶ ἑκατοστοῦ, μηνὸς Ἀπελλαίο[υ· ἐπὶ ἀρχιερέως —] | |
[․․]ορος, τοῦ δὲ Διὸς τοῦ Κρηταγενέτα καὶ Δικτύννης [․․․c.11․․․․, ὡς δὲ] | |
[ὁ δ]ῆμος ἄγει ἐπὶ στεφανηφόρου θεοῦ δευτέρου καὶ ἱερέως τ[ῶν βασι]- | |
5 | [λ]έων Ἰάσονος τοῦ Βαλά<γ>ρου· ἔδοξε τῶι δήμωι· γνώμη πρυτάνε[ων·] |
[ἐ]πειδὴ Μενέστρατος Ἀγαθοκ<λ>είους Φωκαιεὺς κατασταθεὶς ἐπὶ | |
τοῦ Ἀρτεμισίου ἐπιστάτης ἀποδείξεις πολλὰς πεποίηται τῆς αὑτοῦ | |
καλοκαγαθίας εἰς πάντα τὰ τῶι δήμωι συμφέροντα γράφων πρὸ Ζεῦ- | |
ξιν τὸν ἐπὶ τῶν πραγμάτων ὑπὲρ τῆς εὐνοίας ἣν ἔχων διατελεῖ | |
10 | εἴς τε τοὺς βασιλεῖς καὶ εἰς {ι} τὸν Ζεῦξιν, πολλάκι δὲ γράφων καὶ |
πρὸς Νικομήδην καὶ Χίονιν τὸν ἐπ’ Ἀλίνδων τεταγμένον ὁμοίως | |
ἐγμαρτυρῶν ὑπὲρ τῆς εὐνοίας τῶν πολιτῶν· ἐσπούδασεν δὲ | |
καὶ ὑπὲρ τῆς ἀποσκευῆς τῆς κατασχεθείσης ἡμῶν ἐν Ἀλίνδοις ὅπως | |
κομισώμεθα· φροντίζει δὲ διὰ τέλους καὶ ὑπὲρ τῶν ἄλλων ἡμῶν πολι- | |
15 | τῶν τῶν κατοικούντων τὰς αὐτονόμους προσκαλούμενος εἰς τὸν |
συνοικισμὸν τοῦ Ἀρτεμισίου ἰδίαι τε τοῖς ἐντυγχάνουσι τῶν πολι- | |
τῶν συμπεριφερόμενος διατελεῖ· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται | |
τοῖς ἀξίοις τῶν ἀνδρῶν χάριτας ἀποδιδούς· τύχηι ἀγαθῆι· δεδό- | |
χθαι Ἀμυζονέων τῶι δήμωι· ἐπηινῆσθαι Μενέστρατον ἐπὶ τῆι αἱρέ- | |
20 | σει ἧι ἔχει εἰς τὸν δῆμον· εἶναι δὲ αὐτὸν καὶ εὐεργέτην τοῦ δήμου· |
δεδόσθαι δὲ αὐτῶι καὶ πολι{ρ}τείαν {²⁶πολιτείαν}²⁶ καὶ ἔνκτησιν καὶ μετουσίαν ἱε- | |
[ρ]ῶν καὶ ἀρχε<ι>ῶν καὶ τῶν ἄλλων ἁπάντων ὧν καὶ Ἀμυζονεῖς με- | |
[τέ]χουσι πάντηι· τὰ δὲ αὐτὰ ταῦτα ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις· πέμπε[σ]- | |
[θαι δὲ] αὐτῶι καὶ γέρας ἀπὸ τῶν δημοτελῶν θυσιῶν καθότι καὶ τοῖς | |
25 | [—] |