Honorary decree [of demos (of Amyzon)] for Dionysios, on
block of marble; Hellenistic?; found at Amyzon: Paton & Myres,
JHS 16, 1896, 231, no. 35.A; BE 1898:336; Wilhelm, Hermes 44,
1909, 46-47; BE 1910:332; *Robert, Amyzon no. 37; BE 1984:428;
Piejko, Gnomon 57, 1985, 621; SEG 33, 852.
[ ]
Robert, Amyzon no. 37
1 | [— ἑαυ]τὸν ἐπιδιδο[ὺς —] |
[προαι]ρούμε[νός] τε τὸν δῆμον ὑπάρχειν —] | |
[․․] μεγάλας συμπεριπεποίηκεν προσόδου[ς καὶ τὴν οὐσίαν? τὴν] | |
[ὑ]πάρχουσαν συνδιατετήρηκεν οὐθενὶ ἐπ[ιτρέπων τὰ χρήματα?] | |
5 | περισπᾶν παρὰ τὸ προσῆκον, τῆς αὑτοῦ πρὸ[ς τὴν πόλιν εὐνοίας] |
ἀποδείξεις ποιούμενος τὰς μεγίστας· ἵνα οὖγ καὶ [ὁ δῆμος] | |
φαίνηται τιμῶν τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν· δεδ[όχθαι τῶι δήμωι]· | |
ἐπῃνῆσθαι Διονύσιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας [ἧς ἀεὶ] | |
ἔχων διατελεῖ εἰς τὸν δῆμον καὶ τοὺς θεούς· [στεφανῶ]- | |
10 | σαι δὲ αὐτὸγ καὶ θαλλοῦ στεφάνωι· τὴν δ[ὲ ἀναγγελί]- |
[αν] ποιήσασθαι τοῦ στεφάνου ἐν τῆι συντελ[ουμένηι] | |
θυσίαι τῆι Ἀρτέμιδι· εἶναι δὲ αὐτὸγ καὶ εὐεργέ[την τοῦ δή]- | |
[μο]υ· πέμπεσθαι δὲ αὐτῶι καὶ γέρας ἀπὸ τῶν [δημοτελῶν] | |
θυσιῶγ, [κ]αθότι καὶ τοῖς ἄλλοις εὐεργέτ[αις· ταῦτα δὲ] | |
15 | [ὑ]πάρχειν [α]ὐτῶι καὶ ἐγγόνοις· τὸ δὲ ψήφισ[μα ἀναγράψαι] |
[ἐπὶ τ]ῆ[ς] π[α]ραστάδος τοῦ ἱεροῦ πυλῶν[ος ὅπου καὶ τὸ] | |
[․]Σ[․]ΕΙΟ[․․] τοῦ πατρὸς αὐτοῦ ἀναγέγραπ[ται· ἐπιμελή]- | |
[σασθαι δὲ] τῆς ἀναγραφῆς τὸν ἐνεστῶτα τ[αμίαν —] | |
[—] Ἱεροκλῆν Βαλάγρου. |