Honorary decree of boule and demos (of Alabanda) for (?) Pyrrha[kos (?)], on marble slab; II/Ib; found at Kahraman: Cousin & Diehl, BCH 10, 1886, 299-306, no. 1; *Holleaux, REG 11, 1898, 258-266; BE 1900:133; BE 1938:407; BE 1939:363; BE 1969:535.  
[ ] REG 11, 1898, 258-66
1 [— φιλοδο]ξεῖν, π[ρεσβευτὴς δὲ πλεονάκις]
[αἱρ]εθεὶς ὑπὸ τοῦ δήμου [πρὸς τὰς —]
[π]όλεις ἀπροφασίστως ὑπήκουε [τοῖς ἀξιουμένοις καὶ τὰς]
πρεσβείας ἐκτενῶς καὶ ἐνδόξως ἀ[ναδεχόμενος ὅσον ἐφ’ ἑαυ]-
5 τῶι διετέλει, καὶ ὁσάκις ποτὲ τῶι δήμωι χρεία έβαι]-
νεν ἐπισυναχθῆναι χρήματα ἐξ ἐπαγγελίας κ[αὶ]
ἄλλην τινὰ παρασκευὴν γενέσθαι πρὸς τὴν τῆ[ς πό]-
λεως σωτηρίαν ἐν ἅπασιν πρωταγωνιστῶν ἐφαί[νε]-
το, καθ’ ἰδίαν τε τῶν πολιτῶν ἑκάστωι προσεφ[έρε]-
10 το φιλανθρώπως, τινὰς δὲ καὶ τῶν πολιτῶν ἐ[πὶ ξέ]-
νης δουλεύοντας ἀπέσωισεν, σπεύδοντός τε [τοῦ]
δήμου τὴν ὑπάρχουσαν πρὸς Ῥωμαίους οἰκ[ειό]-
τητα καὶ φιλίαν ἀνανεώσασθαι καὶ τὰς χρείας [ἃς]
παρέσχηται εἰς τὰ στρατόπεδα αὐτῶν ἐκφαν[εῖς]
15 γενέσθαι πρὸς αὐτοὺς καὶ ποιήσασθαι συμμαχ[ίαν,]
καὶ περὶ τούτων δόξαντος πρεσβείαν ἐξαποσ[τα]-
λῆναι πρὸς τὴν σ[ύγ]κλητον, θεωρῶν τὴν χρεί[αν οὖ]-
σαν ἀναγκαίαν καὶ πρὸς τὴν τῆς πατρίδος ἀσφά[λειαν]
καὶ σωτηρίαν ἀ[ν]ήκουσαν, παρακληθεὶς ὑπὸ τοῦ δή[μου]
20 προθύμως ὑπ[ή]κουσεν οὐθένα κίνδυνον ὑφιδόμεν[ος]
καθ’ αὑτόν, ἀποδημήσας τε κατώρθωσεν τὰ κατὰ τὴ[ν πρεσ]-
βείαν συμφερόντως τῆι πατρίδι, περὶ ὧν καὶ ὁ δῆμο[ς παρα]-
γενομένου αὐτοῦ ἐπ[ιγν]οὺς τὰ πεπραγμένα καὶ [τὴν κα]-
λοκαγαθίαν ἀπεδέξατό τε τὴν προαίρεσιν αὐτο[ῦ μετὰ]
25 πάσης εὐνοίας καὶ ἐτίμησεν αὐτὸν εἰκόνι χαλκ[ῆι· ὕστερόν]
τε τοῦ δήμου [π]ρ̣ο̣[ε]λομένου πέμψαι πρεσβευτ[ὰς πρὸς]
Ῥωμαίους πε[ρὶ τ]ῶν φόρων, ἀπαράκλητον ἑαυτ[ὸν παρε]-
σκεύασεν, παραθείς τε τῆι Ῥωμαίων συγκλή[τωι τὰ ὑ]-
πάρχοντα τῆι πόλει δίκαια καὶ ἀναστραφε[ὶς ἐν τού]-
30 τοῖς ἐνδό[ξ]ω[ς] καὶ προσκαρτερήσας φιλο[τίμως ἔλα]-
βεν δόγμα περὶ τῆς ἀφορολογησίας συμφέρ[ον ὂν τῆι πό]-
λει, καὶ ἐπισταλεὶς πρὸ[ς] τὸ[ν] βασιλέα περὶ τῶν [συνθηκῶν]
τῶν δὲ με[γ]ίστ[ω]ν ἀγαθῶν αἴτιος γενόμεν[ος, ἀ]-
πεξέλιπε τὸν βίο[ν][ν τ]ῆι πρεσβείαι· ὅπως [οὖν ἡ]
35 τοῦ δήμου εὐχαριστ[ί]α φανερὰ πᾶσιν γένη[ται]
ἣν ἔχων δ[ι]ατελεῖ ἐμ πα[ν]τὶ καιρῶι ὑπὲρ [τῶν ἀγαθῶν]
ἀνδρῶν [καὶ μνήμ]ης ἀξίων, οἵ τε ἄλλοι θεωρ[οῦντες τὴν]
τοῦ δήμ[ου σπ]ουδὴν ἣν ἔχει οὐ μόνον εἰ[ς τοὺς ζῶντας]
ἀλλὰ καὶ εἰς [τ]οὺς μετηλλακχότας γίνω[νται πρωτα]-
40 γω[ν]ισταὶ ὑπὲρ τῆς πατρίδος, οἰόμεθα [δεῖν τὴν βου]-
λὴν ψηφίσασθαι στεφανοῦσθαι Πυρρά[κου? τὴν εἰκόνα]
χρυσέωι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ[εργεσίας τῆς εἰς]
τὴν πατρίδα καὶ τὸν καθ’ ἕκαστον ἐνι[αυτὸν εἱρημέ]-
νον ἀγωνοθέτην ποιεῖσθαι τὴν ἀναγ[όρευσιν ἐν πᾶσιν]
45 τοῖς γυμνικοῖς καὶ μουσικοῖς ἀγῶσιν κ[αὶ τοῦ προ]-
γεγραμμένου στεφάνου καὶ τῆς εἰκόνος [ἧι πρότερον ἐτι]-
μήθη, ἀναγραφῆναι δὲ [κ]αὶ τὸ ψήφισμα τ[οῦτο ἐν στήληι λι]-
θίνηι καὶ ἀνατεθῆναι [ἐ]ν τῆι ἀγορᾶι τ[ῆς πόλεως —]
[—] ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι ε[—]
50 [—]αν ἐψηφοφορήθη κατὰ [τὸν νόμον —]
[—]ΩΣ[—]
Search Help
Contact Us