Honorary decree of boule and demos (of Alabanda) for (?)
Pyrrha[kos (?)], on marble slab; II/Ib; found at Kahraman:
Cousin & Diehl, BCH 10, 1886, 299-306, no. 1; *Holleaux, REG 11,
1898, 258-266; BE 1900:133; BE 1938:407; BE 1939:363; BE
1969:535.
[ ]
REG 11, 1898, 258-66
| 1 | [— φιλοδο]ξεῖν, π[ρεσβευτὴς δὲ πλεονάκις] |
| [αἱρ]εθεὶς ὑπὸ τοῦ δήμου [πρὸς τὰς —] | |
| [π]όλεις ἀπροφασίστως ὑπήκουε [τοῖς ἀξιουμένοις καὶ τὰς] | |
| πρεσβείας ἐκτενῶς καὶ ἐνδόξως ἀ[ναδεχόμενος ὅσον ἐφ’ ἑαυ]- | |
| 5 | τῶι διετέλει, καὶ ὁσάκις ποτὲ τῶι δήμωι χρεία ἐ[ξέβαι]- |
| νεν ἐπισυναχθῆναι χρήματα ἐξ ἐπαγγελίας κ[αὶ] | |
| ἄλλην τινὰ παρασκευὴν γενέσθαι πρὸς τὴν τῆ[ς πό]- | |
| λεως σωτηρίαν ἐν ἅπασιν πρωταγωνιστῶν ἐφαί[νε]- | |
| το, καθ’ ἰδίαν τε τῶν πολιτῶν ἑκάστωι προσεφ[έρε]- | |
| 10 | το φιλανθρώπως, τινὰς δὲ καὶ τῶν πολιτῶν ἐ[πὶ ξέ]- |
| νης δουλεύοντας ἀπέσωισεν, σπεύδοντός τε [τοῦ] | |
| δήμου τὴν ὑπάρχουσαν πρὸς Ῥωμαίους οἰκ[ειό]- | |
| τητα καὶ φιλίαν ἀνανεώσασθαι καὶ τὰς χρείας [ἃς] | |
| παρέσχηται εἰς τὰ στρατόπεδα αὐτῶν ἐκφαν[εῖς] | |
| 15 | γενέσθαι πρὸς αὐτοὺς καὶ ποιήσασθαι συμμαχ[ίαν,] |
| καὶ περὶ τούτων δόξαντος πρεσβείαν ἐξαποσ[τα]- | |
| λῆναι πρὸς τὴν σ[ύγ]κλητον, θεωρῶν τὴν χρεί[αν οὖ]- | |
| σαν ἀναγκαίαν καὶ πρὸς τὴν τῆς πατρίδος ἀσφά[λειαν] | |
| καὶ σωτηρίαν ἀ[ν]ήκουσαν, παρακληθεὶς ὑπὸ τοῦ δή[μου] | |
| 20 | προθύμως ὑπ[ή]κουσεν οὐθένα κίνδυνον ὑφιδόμεν[ος] |
| καθ’ αὑτόν, ἀποδημήσας τε κατώρθωσεν τὰ κατὰ τὴ[ν πρεσ]- | |
| βείαν συμφερόντως τῆι πατρίδι, περὶ ὧν καὶ ὁ δῆμο[ς παρα]- | |
| γενομένου αὐτοῦ ἐπ[ιγν]οὺς τὰ πεπραγμένα καὶ [τὴν κα]- | |
| λοκαγαθίαν ἀπεδέξατό τε τὴν προαίρεσιν αὐτο[ῦ μετὰ] | |
| 25 | πάσης εὐνοίας καὶ ἐτίμησεν αὐτὸν εἰκόνι χαλκ[ῆι· ὕστερόν] |
| τε τοῦ δήμου [π]ρ̣ο̣[ε]λομένου πέμψαι πρεσβευτ[ὰς πρὸς] | |
| Ῥωμαίους πε[ρὶ τ]ῶν φόρων, ἀπαράκλητον ἑαυτ[ὸν παρε]- | |
| σκεύασεν, παραθείς τε τῆι Ῥωμαίων συγκλή[τωι τὰ ὑ]- | |
| πάρχοντα τῆι πόλει δίκαια καὶ ἀναστραφε[ὶς ἐν τού]- | |
| 30 | τοῖς ἐνδό[ξ]ω[ς] καὶ προσκαρτερήσας φιλο[τίμως ἔλα]- |
| βεν δόγμα περὶ τῆς ἀφορολογησίας συμφέρ[ον ὂν τῆι πό]- | |
| λει, καὶ ἐπισταλεὶς πρὸ[ς] τὸ[ν] βασιλέα περὶ τῶν [συνθηκῶν] | |
| τῶν δὲ με[γ]ίστ[ω]ν ἀγαθῶν αἴτιος γενόμεν[ος, ἀ]- | |
| πεξέλιπε τὸν βίο[ν] ἐ[ν τ]ῆι πρεσβείαι· ὅπως [οὖν ἡ] | |
| 35 | τοῦ δήμου εὐχαριστ[ί]α φανερὰ πᾶσιν γένη[ται] |
| ἣν ἔχων δ[ι]ατελεῖ ἐμ πα[ν]τὶ καιρῶι ὑπὲρ [τῶν ἀγαθῶν] | |
| ἀνδρῶν [καὶ μνήμ]ης ἀξίων, οἵ τε ἄλλοι θεωρ[οῦντες τὴν] | |
| τοῦ δήμ[ου σπ]ουδὴν ἣν ἔχει οὐ μόνον εἰ[ς τοὺς ζῶντας] | |
| ἀλλὰ καὶ εἰς [τ]οὺς μετηλλακχότας γίνω[νται πρωτα]- | |
| 40 | γω[ν]ισταὶ ὑπὲρ τῆς πατρίδος, οἰόμεθα [δεῖν τὴν βου]- |
| λὴν ψηφίσασθαι στεφανοῦσθαι Πυρρά[κου? τὴν εἰκόνα] | |
| χρυσέωι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ[εργεσίας τῆς εἰς] | |
| τὴν πατρίδα καὶ τὸν καθ’ ἕκαστον ἐνι[αυτὸν εἱρημέ]- | |
| νον ἀγωνοθέτην ποιεῖσθαι τὴν ἀναγ[όρευσιν ἐν πᾶσιν] | |
| 45 | τοῖς γυμνικοῖς καὶ μουσικοῖς ἀγῶσιν κ[αὶ τοῦ προ]- |
| γεγραμμένου στεφάνου καὶ τῆς εἰκόνος [ἧι πρότερον ἐτι]- | |
| μήθη, ἀναγραφῆναι δὲ [κ]αὶ τὸ ψήφισμα τ[οῦτο ἐν στήληι λι]- | |
| θίνηι καὶ ἀνατεθῆναι [ἐ]ν τῆι ἀγορᾶι τ[ῆς πόλεως —] | |
| [—] ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι ε[—] | |
| 50 | [—]αν ἐψηφοφορήθη κατὰ [τὸν νόμον —] |
| [—]ΩΣ[—] |