Honorary decree of boule and demos (of Alinda?) for Dionytas and Apollas, mentioning Olympichos, on marble; IIIe/IIb; found at Alinda: *Laumonier, BCH 58, 1934, 291-298, no. 1 (PH); BE 1936:384; BE 1944:167; BE 1970:541.  
[ ] BCH 1934, 291-98, no. 1
a.1 [ἐπ]ειδὴ̣ Διο[νυτᾶς καὶ Ἀπολλᾶς — δια]τρίβοντες
[π]αρ’ Ὀλυμπίχωι τῶι στρατηγῶι ἐν τῶι ἐπιστωλαγραφίωι πολλοῖς τῶν
πολιτῶν χρείας παρείσχηται καὶ κοινῆι καὶ ἰδίαι μετὰ πάσης εὐνοί-
ας, πρόθυμοί τέ εἰσιν εἰς ἅπαντα τὰ συμφέροντα· δεδόχθαι τῆι βουλῆι
5 καὶ τῶι δήμωι δεδόσθαι Διονυτᾶι καὶ Ἀπολλᾶι πολιτείαν καὶ ἔνκτησιν
καὶ μετουσίαν πάντων καθ’ ἃ καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει· τάδε
[α]ὐτὰ εἶναι καὶ τ[οῖς ἐκγ]όνοις αὐτῶν· ἐπικληρῶσαι δὲ αὐτοὺς καὶ εἰς
[φυ]λὴν καὶ συνγ[ένειαν· ἔ]δοξε τῆι βουλῆι καὶ τῶι δήμωι συντελεῖσ-
[θαι] καθ’ ὅτι π[ρογέγραπται· ἔ]λαχεν φυλῆς Ἐρεχθηΐδος.
b.1 καὶ ἀναγράψαι τὸ ψήφισ[μα —· ἑλέσ]-
θαι δὲ καὶ πρεσβευ[τὰς οἳ — ἀποδώ]-
σουσιν αὐτῶι καὶ [—]
προγεγενημέν[α φιλάνθρωπα —]
5 ἔδοξε τῆι βου[λῆι καὶ τῶι δήνωι συντελεῖσθαι καθ’ ὅτι προγέγραπται]
Search Help
Contact Us