Curse against rebels, etc.; 469/459 BC; found at Hereke: CIG 3044; *LW 59 (for part A); IGA 497; Syll3 37-8; SEG 4, 616; Tod I 23; SEG 19, 686; *ML 30 (* for part B, ** for part A, ll. 10-1); SEG 26, 1304; ** Merkelbach, ZPE 46, 1982, p. 213 (part B, ll. 3, 5) (See also Teos 262).  
[ ] ML 30
a.1 ὅστις ∶ φάρμακα ∶ δηλητή-
ρια ∶ ποιοῖ ∶ ἐπὶ Τηΐοισι-
ν ∶ τὸ ξυνὸν ∶ ἢ ἐπ’ ἰδιώτηι, ∶ κ-
ε͂νον ∶ ἀπόλλυσθαι ∶ καὶ α-
5 ὐτὸν ∶ καὶ γένος ∶ τὸ κένο ∶
ὅστις ∶ ἐς γῆν ∶ τὴν Τηΐην ∶ κ-
ωλύοι ∶ σῖτον ∶ ἐσάγεσθαι ∶
ἢ τέχνηι ∶ ἢ μηχανῆι ∶ ἢ κατ-
ὰ θάλασσαν ∶ ἢ κατ’ ἤπειρο-
10 ν ∶ ἢ ἐσαχθέντα ∶ ἀνωθεοίη, ∶
ἀπόλλυσθαι ∶ καὶ αὐτ-
ὸν ∶ καὶ γένος ∶ τὸ κένο.
b.1 [—]απονοσ[—]
ξύοι ∶ ἐν αὐτῶι [—]
ὅστις ∶ Τηΐων ∶ ἐ̣[πιξ]υνῶι
ἢ αἰσυ[μ]νήτηι ∶ [․4․․]ηι ∶ ἢ
5 ἐπανισταῖτο ∶ ἢ ἰδ̣ι[ο․․]
[․․5․․] ∶ ἀπόλλυσθαι ∶ καὶ
αὐτὸν ∶ καὶ γένος ∶ τὸ κείν-
ο ∶ ὅστις ∶ το͂ λοιπο͂ ∶ αἰσυμ-
νῶ<ν> ∶ ἐν Τέωι ∶ ἢ γῆι τῆι Τη-
10 ίηι ∶ [․4․․]οσαν ∶ κ[․]σα[․․]τ-
ένει [․3-4․]αρον ∶ να[— εἰδ]-
ὼς ∶ προδο[ίη ․․․] τὴ[ν] πό-
λ[ιν καὶ γῆν] τὴν Τηί-
ων ∶ ἢ τὸ[ς] ἄνδρας [∶ ἐν ν]-
15 ήσωι ∶ ἢ θα[λάσσηι ∶] τὸ
μετέ[πειτ’ ∶ ἢ τὸ] ἐν
Ἀπο[ί]ηι ∶ περιπό[λιον ∶ ἢ το͂]
λοιπ̣ο͂ ∶ προδο[ίη ∶ ἢ κιξα]-
λλεύοι ∶ ἢ κιξάλλας ∶ ὑπο-
20 δέχοιτο ∶ ἢ ληίζοιτο ∶ ἢ λ-
ηιστὰς ∶ ὑποδέχοιτο ∶ εἰ-
δὼς ∶ ἐκ γῆς ∶ τῆς Τηίης ∶ ἢ [θ]-
αλάͳης {²⁶θαλάσσης}²⁶ ∶ φέροντας ∶ ἤ [τι κ]-
ακὸν ∶ βολεύοι ∶ περὶ Τ[ηί]-
25 ων ∶ το͂ ξυνο͂ ∶ εἰδὼς ∶ ἢ π[ρὸς]
Ἕλληνας ∶ ἢ πρὸς βαρβάρο-
υς ∶ ἀπόλλυσθαι ∶ καὶ αὐ-
τὸν ∶ καὶ γένος ∶ τὸ κένο ∶
οἵτινες τιμοχέοντες ∶
30 τὴν ἐπαρὴν ∶ μὴ ποιήσεα-
ν ∶ ἐπὶ Δυνάμει ∶ καθημέν-
ο τὠγῶνος ∶ Ἀνθεστηρίο-
ισιν ∶ καὶ Ἡρακλέοισιν ∶
καὶ Δίοισιν ∶ ἐν τἠπαρῆ-
35 ι ∶ ἔχεσθαι ∶ ὃς ἂν ταστήλ-
ας ∶ ἐν ἧισιν ἡπαρὴ ∶ γέγρ-
απται ∶ ἢ κατάξει ∶ ἢ φοιν-
ικήια ∶ ἐκκόψε[ι ∶] ἢ ἀφανέ-
ας ποιήσει ∶ κε͂νον ἀπόλ-
40 λυσθαι ∶ καὶ αὐτὸν ∶ καὶ γ-
ένος [τὸ κένο.]
Search Help