Funerary inscription for Prosodos; no date: *LW 116.  
[ ] LW 116
1.1 v ἐν<νέ>α κα<ὶ> δέ<κ>’ ἔτων ἤ-
%⁸⁰%⁸⁰<μ>ην ἔτι παρθέν<ο>ς,
εἶτ’ ἐγάμησα· εἴκο<σ>ι δ̣’
ἐκτελέσασα χρόνους,
5 ἔγκυος οὖσ’ ἔθανον·
κεῖμαι δ’ ἐν τύ<μ>βοις ἔνβρε-
φος οὖσα, ἄλαλος, ἡ τὸ πάλαι σε-
μνὴ Πρόσοδος, μείνασα χρόνον·
ἦλθε δὲ Κύπρεις, καὶ ζεῦξεν
2.1 Ζωσίμῳ ἐς εὐνήν.
<ἤλ>θε δ̣ὲ μοῖρα καὶ λ-
ῦσεν τὴν ἀτελῆ
Πρόσοδ<ο>ν. vacat
5 vacat
Προσόδα μνησ-
%⁸⁰%⁸⁰τή, χαρά. vacat
Search Help
Contact Us