Funerary inscription in elegiacs for Stratonike; I?: *BCH 1922, 344-6, no. 36 (PH); SEG 2, 615.  
[ ] BCH 1922, 344-46, no. 36
1 στέλλεο Περσεφόνας ζᾶλον, χρυσέα Στρατονίκ[η·]
σὰν γὰρ ἄναξ ἐνέρων ἅρπασεν ἀγλαΐαν,
χηρώσας ὁμόλεκτρον Ἀριστώνακτα, καὶ οἰκτρὰν
Εἰράναν ἁβρᾶς παιδὸ̣ς ἀπορφανίσας,
5 καὶ πατέρ’ Ἀρτέμιδι ξυνομώνυμον· οὐδέ σε νούσων
τακεδόνες, θανάτου δ’ ὠκ̣ὺ δάμασσε βέλος
ἁγναῖς ἐν θαλίαις Δαμάτερος, αἷς ἔνι Κούραν
μάρψεν ὁ καὶ τό τεὸν κάλλος ἑλὼν Ἀΐδας.
Search Help
Contact Us