Funerary inscription in elegiacs for Olympias; no date: *CIG 3118; **Kaibel 227 (ll. 4-5).  
[ ] CIG 3118
1 ἰχνεύεις, ὦ ξεῖνε, τίς εἰμ’ ἐγὼ ἡ κατὰ γαίης,
ἢ τίνες ο<ἱ> πατέρες τὴμ μελέην ἔτεκον;
πεύσῃ· ἐγὼ γὰρ ἐ<ρ>αστὸν Ὀλυμπιὰς οὔ<νομ’> [ἐκλήθην,]
παῖς <δ>ὲ Πατροκλέους, μητρὸς Ὀλυμπιάδος·
5 λυγρὴν θ’ οἶμον ἔβην ἐτέων κύρσασα δὶς [ἑπτά?,]
παρθένος, ἓν δ’ ἔλαχον σῆμα τόδ’ ἀντὶ γάμο[υ.]
Search Help
Contact Us