Honorary inscription (for no name); 27 BC/AD 14: CIG 3080; *LW 107.  
[ ] LW 107
1 [—]ιαιοι? περὶ τὸ [δια]-
φθαρὲν, κατασκευάσαντα δὲ ἐκ τόκων [τήν]
[τ]ε στοὰν τῆς γερουσίας καὶ τὰ προβαλα-
νεῖα πάντα σὺν τῷ λουτρῶνι καὶ τοῖς λοι-
5 ποῖς προσκοσμήμασι πᾶσιν ἐκ τῶν ὑπὸ
[τ]οῦ πατρὸς καταλειφθέντων τῇ πολεῖ χρη-
μάτων, ἀναδεξάμενον τοῖς ἀνακαιοτάτοις
καιροῖς σειτωνίας πλεονάκις ὅτε μηδείς,
καὶ φυλάξαντα τὴν εὐθηνίαν, προκαθιε-
10 ρώσαντα τοῖς πατρῴοις καὶ μητρῴοις
γερουσιακοῖς χρήμασιν καὶ ἴδιον χρῆμα
εἴς τε τὴν τοῦ Σεβαστοῦ ἐπιταγὴν πείσαν-
τα διὰ τῆς ἑαυτοῦ μεγαλοφροσύνης πο-
λείτας α<ὐ>τομόλους στρατεύσασθαι, εὐεργέ-
15 την ὄντα τῆς πόλεως ἐν πᾶσιν καὶ διὰ τὰς ἀνυ-
περβλήτους αὐτοῦ περὶ πάντα φιλοδοσίας.
Search Help