Honorary inscription (for no name); 27 BC/AD 14: CIG 3080;
*LW 107.
[ ]
LW 107
| 1 | [—]ιαιοι? περὶ τὸ [δια]- |
| φθαρὲν, κατασκευάσαντα δὲ ἐκ τόκων [τήν] | |
| [τ]ε στοὰν τῆς γερουσίας καὶ τὰ προβαλα- | |
| νεῖα πάντα σὺν τῷ λουτρῶνι καὶ τοῖς λοι- | |
| 5 | ποῖς προσκοσμήμασι πᾶσιν ἐκ τῶν ὑπὸ |
| [τ]οῦ πατρὸς καταλειφθέντων τῇ πολεῖ χρη- | |
| μάτων, ἀναδεξάμενον τοῖς ἀνακαιοτάτοις | |
| καιροῖς σειτωνίας πλεονάκις ὅτε μηδείς, | |
| καὶ φυλάξαντα τὴν εὐθηνίαν, προκαθιε- | |
| 10 | ρώσαντα τοῖς πατρῴοις καὶ μητρῴοις |
| γερουσιακοῖς χρήμασιν καὶ ἴδιον χρῆμα | |
| εἴς τε τὴν τοῦ Σεβαστοῦ ἐπιταγὴν πείσαν- | |
| τα διὰ τῆς ἑαυτοῦ μεγαλοφροσύνης πο- | |
| λείτας α<ὐ>τομόλους στρατεύσασθαι, εὐεργέ- | |
| 15 | την ὄντα τῆς πόλεως ἐν πᾶσιν καὶ διὰ τὰς ἀνυ- |
| περβλήτους αὐτοῦ περὶ πάντα φιλοδοσίας. |