Letter of town on Crete (name lost) confirming friendship
with and asylia of Teos; c. 170/140 BC: *BCH 1925, 303-5, no. 2
(PH); **SEG 4, 600 (ll. 1-5, 10, 23); not in ICret.
[ ]
BCH 1925, 303-5, no. 2
0 | {²Beginning lost}² |
[— παρακαλέων ἁμὲ] καὶ ἀν[α]- | |
[γράψαι τὸ πρότερον δοθὲν δόγμα] παρ’ αὐτοῖς, | |
[ἵνα τούτων συντελεσθέν]των ὑπόμνη[μα] | |
[ὑπάρχηι τοῦ τοὺς —]ας ἄξια τῶν προγό[νων] | |
5 | [φιλάνθρωπα τοῖς Τη]ΐ̣οις χαρίζεσθαι· ὅπαι ὦν |
[κατακολουθίοντες] τοῖς ὑπ’ αὐτῶν παρκαλιομέ- | |
[νοις τάν τε ποτὶ] τὸς θιὸς εὐσέβειαν καὶ τὰν ποτὶ | |
[Τηΐος συγγένει]αν φαινώμεθα συντηρίοντες, δε- | |
[δόχθαι ἀπ]οκρίνασθαι αὐτοῖς διότι καὶ πρᾶτα περὶ | |
10 | [ὧν ἐ]πέστελλον Τήϊοι πᾶσαν ἐτιθέμεθα πρόνοιαν |
[ἐ]ς πάντα συνεπιδιδόντες αὑτὸς γνησίως· | |
καὶ νῦν ἐπὶ τᾶς αὐτᾶς αἱρέσιος ὄντες τῶν τε | |
πρεγγευτᾶν διακούσαμεν μετ’ εὐνοίας καὶ βω- | |
15 | λόμενοι τοῖς προϋπαργμένοις ἐξ ἁμίων φιλαν- |
θρώποις πὸτ τὰν τῶν Τηΐων πόλιν ἀκόλουθα | |
πράσσεν ἀννεώμεθα μὲν τὰν ὑπάρχωσαν ἁμῖν | |
[ποτ’] α̣ὐτὸς συγγένειαν καὶ φιλίαν καὶ εὔνοιαν· ἀν[αγρά]- | |
[ψαν]τες δὲ καὶ τὰ προεψαφισμένα τίμια περὶ τᾶ[ς] | |
20 | [καθι]ερώσιος τᾶς πόλιος καὶ τᾶς χώρας αὐτῶν [τῶι] |
[ἀρχα]γέται Διονύσωι καὶ τὰν ἀσυλίαν εἰς τὸ ἱε[ρὸν τὸ] | |
[τᾶς Ἀ]θαναίας συντηρησίομεν καὶ εἰς τὸ λοιπ[ὸν] | |
[καθὼ]ς <⁶¹>⁶¹[⁵¹ἂν]⁵¹ ἁμὲ παρακαλίοντι· ὅπαι δὲ συμβαί[νηι τὰν] | |
[ποτ’ ἀ]λλήλους οἰκειότητα καὶ φιλίαν ἐπὶ πλ[εῖον] | |
25 | [αὔξ]εσθαι κατὰ πάντα τρόπον, ἁμίων εὐ̣[—] |
{²Continuation lost}² |