Letter of Roman praetor M(arcus) Valerius Messalla
conferring immunity and asylia on Teos; 193 BC: CIG 3045; *LW 60;
Syll3 601; **Sherk 34 (ll. 4, 12, 16); SEG 30, 1377.
[ ]
LW 60
1 | vacat Ῥωμαίων. vacat |
Μάρκος Οὐαλάριος Μάρκου στρατηγὸς καὶ | |
δήμαρχοι καὶ ἡ σύνκλητος, Τηΐων τῆι βουλῆι καὶ τῶι | |
δήμωι χαίρειν. v Μένιππος ὅ τε παρ’ Ἀντιόχου τοῦ βα- | |
5 | σιλέως ἀποσταλεὶς πρὸς ἡμᾶς πρεσβευτὴς, προ- |
χειρισθεὶς καὶ ὑφ’ ὑμῶν πρεσβεῦσαι περὶ τῆς πόλεως | |
τό τε ψήφισμα ἀνέδωκεν καὶ αὐτὸς ἀκολούθως τούτωι | |
διελέχθη μετὰ πάσης προθυμίας. ἡμεῖς δὲ τόν τε ἄν- | |
δρα ἀπεδεξάμεθα φιλοφρόνως καὶ διὰ τὴν προγεγενη- | |
10 | μένην αὐτῶι δόξαν καὶ διὰ τὴν ὑπάρχουσαν καλοκἀ- |
γαθίαν περί τε ὧν ἠξίου διηκούσαμεν εὐνόως. καὶ ὅτι | |
μὲν διόλου πλεῖστον λόγον ποιούμενοι διατελοῦ- | |
μεν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας, μάλιστ’ ἄν τις στο- | |
χάζοιτο ἐκ τῆς συναντωμένης ἡμεῖν εὐμενείας | |
15 | διὰ ταῦτα παρὰ τοῦ δαιμονίου· οὐ μὴν ἀλλὰ καὶ ἐξ ἄλ- |
λων πλειόνων πεπείσμεθα συμφανῆ πᾶσι γεγονέναι | |
τὴν ἡμετέραν εἰς τὸ θεῖον προτιμίαν, διὸ καὶ διά τε ταῦ- | |
τα καὶ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν καὶ διὰ τὸν ἠξιω[μέν]ον | |
πρεσβευτὴν κρίνομεν εἶναι τὴν πόλιν καὶ τὴγ χώ- | |
20 | ραν ἱεράν, καθὼς καὶ νῦν ἐστιν, καὶ ἄσυλον καὶ ἀφορο- |
λόγητον ἀπὸ τοῦ δήμου τοῦ Ῥωμαίων καὶ τά τε εἰς | |
τὸν θεὸν τίμια καὶ τὰ εἰς ὑμᾶς φιλάνθρωπα πειρασό- | |
μεθα συνεπαύξειν, διατηρούντων ὑμῶν καὶ εἰς τὸ | |
μετὰ ταῦτα τὴν πρὸς ἡμᾶς εὔνοιαν. vacat ἔρρωσθε. |