Letter of Kydonia according asylia to Teos; c. 200 BC: CIG 3055; *LW 64; **ICret II Cydonia no. 2 (ll. 15-7, 19, 25).  
[ ] LW 64
1 vacat Κυδωνιατᾶν. vacat
Κυδωνιατᾶν ἁ πόλις καὶ οἱ άρχοντες Τηΐων τᾶι βωλ[ᾶι]
καὶ τῶι δάμωι χαίρειν.  ἐπειδὴ [Τήϊ]οι φίλοι καὶ συγγενεῖς
ὑπάρχοντες διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρεσ-
5 βευτὰς ἀπεστάλκαντι Ἀπολλόδοτον καὶ Κωλώταν οἳ
ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν τό τε ψάφισμ<α> ἀπέδω-
καν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γεγραμμένοις,
τὰν ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιιόμε-
νοι περὶ τῶ γενέσθαι τὰν καθιάρωσιν τῶι Διονύσωι τᾶς
10 τε πόλιος καὶ τᾶς χώρας τᾶς Τηΐων καὶ τὰν ἀσυλίαν, ἔτι
δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια εἰς
τὸν θεὸν ψαφιξαμένος καὶ αὐτὸς συναύξεν καὶ αἰεί τι-
νος ἀγαθῶ παραιτίος γενέσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα
ποιήσαντες ἀκόλουθα πράξομεν τᾶι τε [συγγενείαι καὶ τᾶι]
15 ποτὶ τὸ θεῖον εὐσεβείαι καὶ τὰ μέγιστα χαρι[ξώμεθα τῶι]
δάμωι· ἀποκρίνασθαι Τηΐοις φίλοις καὶ οἰκεί[οις ἐῶσιν δι]-
ότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ τὸν Τηΐω[ν δᾶμον]
συγγενέα ὄντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν δ[ι][τι κα]-
λῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ<⁶¹>⁶¹[⁵¹ι]⁵¹ θεῶ<⁶¹>⁶¹[⁵¹ι]⁵¹ προεστάκαντι,
20 ἕνεκα ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμια δίδοται τῶι θεῶι
καὶ Τηΐων τάν τε πόλιν καὶ τὰν χώραν ἀνίεμεν ἱερὰν καὶ
ἄσυλον νῦν τε καὶ εἰς τὸν ἄλλον χρόνον πάντα, καὶ πει[ρα]-
σώμεθα αἰεί τινος ἀγαθῶ παραίτιοι γίνεσθαι τῶι δάμωι
καὶ κοινᾶι καὶ ἰδίαι· εἰ καί τινες ἄγωντι Τηΐος ἢ τὸς κατοικόν-
25 τας παρ’ αὐτοῖς οἱ κόσμοι καὶ ἄλλος ὁ λῶν Κυδωνια-
τᾶν ἢ Τηΐων ἀφελόμενοι καὶ διδόντες τοῖς ἀδικη-
μένοις κύριοι ἔστωσαν. vacat ἔρρωσθε.
Search Help
Contact Us