Decree of Temnos on isopolity with Teos; III2/II1: *Herrmann, MDAI(I) 29, 1979, 242-9; SEG 29,1149.  
[ ] MDAI(I) 1979, 242-49
0 {²Beginning lost}²
[․․6․․․]Ν̣ΑΥ[—]Ι̣ΝΕΧΕ̣[—]
[πρε]σ̣βευταὶ ἐ̣δ̣ε̣ί̣χθ̣ησαν Σάτυ[ρος Ζωΐλου, ․․․θε]-
[μις] Λυσίου, Ἡρογείτων Ἀθηναίο[υ. —]
[ἐ]γνώσθη τοῦ αὐτοῦ μηνὸς ἕκτη̣[ι ․․6-8․․, γνώμη τι]-
5 [μού]χων· ἐπειδὴ Τηΐων φίλων καὶ εὐνό[ων ὄντων καὶ συγ]-
[γεν]ῶν τοῦ ἡμετέρου δήμου καὶ πολλ[ὰς ἐπιδείξεις πε]-
[ποι]ημένων τῆς πρὸς τὴν πόλιν ἡμῶν ε[ὐνοίας ἐψήφισται]
[ὁ δ]ῆμος εἰσκηρύσεσθαι τὸν δῆμον τὸν Τ̣η[ΐων εἰς προεδρίαν]
[κα]ὶ στεφανοῦσθαι χρυσῶι στεφάνωι ἐν τ̣ο̣ῖ̣ς ἀ[γῶσιν οὓς ἐ]-
10 [πι]τελεῖ ὁ δῆμος τῶι τε Διονύσωι καὶ τοῖς βασιλ[ε]ῦ̣[σιν, διανε]-
νόηκεν δὲ καὶ περὶ τῶν ἄλλων φιλαν[θ]ρώπων, κα[λῶς δὲ]
ἔχον ἐστὶν κἀκόλουθον τοῖς προεψηφσμ]ένο[ις ε]ἶν[αι πολι]-
τείαν Τηΐοις παρ’ ἡμῖν· δεδόχθαι τῆι βο[υλῆι] καὶ τῶ[ι δήμωι εἶ]-
ναι πολιτείαν Τηΐοις ἐν̣ Τ̣ήμνωι ἐφ’ ἴση[ι κ]αὶ ὁμοίαι [καὶ μετουσί]-
15 αν πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέτεστιν, εἶνα[ι]
δὲ καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἐπιγ[α]μ̣ίαν π̣α̣[ρ’] ἡ̣μῖν [Τηΐ]-
οις καὶ δίκας προδίκους καὶ ἐὰν βούληται ὁ Τήϊος̣ ἐ̣πικλ[η]-
ροῦσθαι ἐπὶ φυλὴν ἐπικληρωθῆναι αὐτὸν ὑπὸ τῶν τιμο[ύ]-
χων· ἵνα δὲ καὶ Τήϊοι εἰδήσωσιν τὴν τοῦ δήμου πρὸς αὐ̣-
20 τοὺς εὔνοιαν, ἀποστεῖλαι δὲ κα<ὶ> πρεσβευτὰς τοὺς ἐ[πε]-
λευσομένους ἐπὶ τὴν ἐκκλησίαν καὶ παρακαλέσοντ[ας]
καὶ Τηΐους τὴν αὐτὴν αἵρεσιν ἔχειν πρὸς τὴν ἡμετέρα̣[ν]
πόλιν. πρεσβευταὶ ἐδείχθησαν Σάτυρος Ζωΐλου, [․4․․]
θεμις Λυσίου, Ἡρογείτων Ἀθηναίου.
Search Help
Contact Us