Decree of Temnos on isopolity with Teos; III2/II1:
*Herrmann, MDAI(I) 29, 1979, 242-9; SEG 29,1149.
[ ]
MDAI(I) 1979, 242-49
0 | {²Beginning lost}² |
[․․6․․․]Ν̣ΑΥ[—]Ι̣ΝΕΧΕ̣[—] | |
[πρε]σ̣βευταὶ ἐ̣δ̣ε̣ί̣χθ̣ησαν Σάτυ[ρος Ζωΐλου, ․․․θε]- | |
[μις] Λυσίου, Ἡρογείτων Ἀθηναίο[υ. —] | |
[ἐ]γνώσθη τοῦ αὐτοῦ μηνὸς ἕκτη̣[ι ․․6-8․․, γνώμη τι]- | |
5 | [μού]χων· ἐπειδὴ Τηΐων φίλων καὶ εὐνό[ων ὄντων καὶ συγ]- |
[γεν]ῶν τοῦ ἡμετέρου δήμου καὶ πολλ[ὰς ἐπιδείξεις πε]- | |
[ποι]ημένων τῆς πρὸς τὴν πόλιν ἡμῶν ε[ὐνοίας ἐψήφισται] | |
[ὁ δ]ῆμος εἰσκηρύσεσθαι τὸν δῆμον τὸν Τ̣η[ΐων εἰς προεδρίαν] | |
[κα]ὶ στεφανοῦσθαι χρυσῶι στεφάνωι ἐν τ̣ο̣ῖ̣ς ἀ[γῶσιν οὓς ἐ]- | |
10 | [πι]τελεῖ ὁ δῆμος τῶι τε Διονύσωι καὶ τοῖς βασιλ[ε]ῦ̣[σιν, διανε]- |
νόηκεν δὲ καὶ περὶ τῶν ἄλλων φιλαν[θ]ρώπων, κα[λῶς δὲ] | |
ἔχον ἐστὶν κἀκόλουθον τοῖς προεψηφ[ισμ]ένο[ις ε]ἶν[αι πολι]- | |
τείαν Τηΐοις παρ’ ἡμῖν· δεδόχθαι τῆι βο[υλῆι] καὶ τῶ[ι δήμωι εἶ]- | |
ναι πολιτείαν Τηΐοις ἐν̣ Τ̣ήμνωι ἐφ’ ἴση[ι κ]αὶ ὁμοίαι [καὶ μετουσί]- | |
15 | αν πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέτεστιν, εἶνα[ι] |
δὲ καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἐπιγ[α]μ̣ίαν π̣α̣[ρ’] ἡ̣μῖν [Τηΐ]- | |
οις καὶ δίκας προδίκους καὶ ἐὰν βούληται ὁ Τήϊος̣ ἐ̣πικλ[η]- | |
ροῦσθαι ἐπὶ φυλὴν ἐπικληρωθῆναι αὐτὸν ὑπὸ τῶν τιμο[ύ]- | |
χων· ἵνα δὲ καὶ Τήϊοι εἰδήσωσιν τὴν τοῦ δήμου πρὸς αὐ̣- | |
20 | τοὺς εὔνοιαν, ἀποστεῖλαι δὲ κα<ὶ> πρεσβευτὰς τοὺς ἐ[πε]- |
λευσομένους ἐπὶ τὴν ἐκκλησίαν καὶ παρακαλέσοντ[ας] | |
καὶ Τηΐους τὴν αὐτὴν αἵρεσιν ἔχειν πρὸς τὴν ἡμετέρα̣[ν] | |
πόλιν. πρεσβευταὶ ἐδείχθησαν Σάτυρος Ζωΐλου, [․4․․] | |
θεμις Λυσίου, Ἡρογείτων Ἀθηναίου. |