Honorary decree of Abdera for envoys from Teos supporting Abdera in Rome; 166 BC: *BCH 1880, pp. 47-52; **Syll3 656 (l.20); **Robert, BCH 59, 1935, 507-513 (= OM I 320-326) (ll. 18, 21, 24, 26-7, 47); SEG 19, 687; **Herrmann, ZPE 7, 1971, pp. 72-7 (ll. 12-4, 19-20, 22-3, 26, 30, 35, 37-9, 42-8).  
[ ] BCH 1880, 47-52
1 vacat ὁ δῆμος ὁ Ἀβ[δηριτῶν vacat]
1.2 <⁶⁵Ἀμύμο>⁶⁵-
<⁶⁵να Ἐπι>⁶⁵-
<⁶⁵κούρου.>⁶⁵
5
2.2 <⁶⁵Μεγάθυ>⁶⁵-
<⁶⁵μον Ἀθη>⁶⁵-
<⁶⁵ναίου.>⁶⁵
5
vacat
5 ἐπειδὴ χρείας τῶι δήμ[ωι γενο]μένης πρεσβείας εἰς
Ῥώμην ὑπὲρ τῆς πατρίο[υ χώρας] περὶ ἧς ἐπιδοὺς ἀξίω-
μα βασιλεὺς Θρᾳκῶν Κότ[υς τῆι συ]γκλήτωι διά τε τοῦ υἱοῦ
αὑτοῦ καὶ τῶν ἁμ’ ἐκείν[ωι ἐξ]αποσταλέντων ὑπ’ [αὐ]-
τοῦ πρεσβευτῶν ᾐτεῖτ[ο τὴν π]άτριον ἡμῶν χώραν,
10 αἱρεθέντες πρεσβευτα[ὶ ὑπὸ το]ῦ δήμου τοῦ Τηΐων Ἀμύ-
μων τε Ἐπικούρου καὶ Μ[εγάθυμ]ος Ἀθηναίου, ἄνδρες
καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξ[ιοι τῆς ἰδ]ίας πατρίδος καὶ εὖνοι
τῶι ἡμετέρι δήμωι, οἵτ[ινες τὴ]ν πᾶσαν σπουδήν τε καὶ
φιλοτιμίαν εἰσήνεγκαν, [προθ]υ̣μίας οὐδὲν ἐλλείπον-
15 τες· ἔν τε γὰρ ταῖς συνεδ[ρίαις τ]αῖς γενομέναις ὑπὲρ τῆς
χώρας πᾶσαν ἐπίνοιαν π[αρέσχ]οντο χάριν τοῦ μηθὲν π[α]-
ραλειφθῆναι τῶν δυναμ[ένων ἐπα]νορθῶσαι τὰ πράγματα, ἀ-
ρίστην ἅμα καὶ σωτήριον [πραγμάτω]ν ἀπορουμένων ἀεὶ προ-
τιθέντες γνώμην εἴς τε̣ [Ῥώμην καὶ π]ρεσβεύσαντες ὑπὲρ τοῦ
20 δήμου ψυχικὴν ἅμα καὶ σω[ματικὴν] ὑπέμειναν κ[α]κοπαθίαν,
ἐντυγχάνοντες μὲν τοῖ[ς ἡγουμένοι]ς Ῥωμαίων καὶ ἐξομηρευ-
όμενοι διὰ τῆς καθ’ ἡμέρα[ν καρ]τερήσεως, παραστησάμε-
νοι δὲ τοὺς πάτρωνας τῆς [πόλ]εως εἰς τὴν ὑπὲρ τοῦ ἡμε-
τέρου δήμου βοήθειάν τ[ινες τε προ]νοουμένους τοῦ ἀντιδίκου
25 ἡμῶν καὶ προστατοῦντα[ς ἡμετέρ]ων? πραγμάτων παραθέσει,
ὥστε καὶ τῆς καθ’ ἡμέρα[ν γενομέν]ης? ἐφοδείας ἐπὶ τῶν ἀτρί-
ων ἐφιλοποιοῦντο· περὶ δ[ὲ τούτων ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι τῶι Ἀβδηριτῶν ἐπαιν[έσαι το]ὺς προγεγραμμένους ἄν-
δρας καὶ καλεῖσθαι εἰς προ[εδρίαν κατ’] ἐνιαυτὸν Διονυσίων τῶι ἀ-
30 γῶνι, ἕως ἂν ζῶσιν, καὶ σ[τεφανοῦσ]θαι χρυσῶι στεφάνωι ἐς ἀεί,
τὴν ἀναγγελίαν ποιουμέν[ου τοῦ] κήρυκος διότι ὁ δῆμος στε-
φανοῖ χρυσῶι στεφάνωι Ἀ[μύμονα Ἐ]πικούρου Τήϊον ἀρετῆς ἕνε-
κεν καὶ εὐνοίας τῆς εἰς ἑα[υτὸν, Μεγ]άθυμον Ἀθηναίου Τήϊον χρυ-
σῶι στεφάνωι ἀρετῆς ἕνε[κεν καὶ εὐν]οίας τῆς εἰς ἑαυτόν· οἱ δὲ νο-
35 μοφύλακες οἱ ἐπὶ ἱερέως ΗΡΑ[․․5․․ ἀν]αγραψάτωσαν τόδε τὸ ψήφισ-
μα εἰς στήλην λευκοῦ λίθ[ου καὶ ἀναθέ]τωσαν ἐν τῶι ἐπιφανεστά-
τωι τόπωι τῆς ἀγορᾶς, ἵνα [δὲ Τήιοι γ]ινώσκ̣ωσιν τὴν τοῦ δήμου
προθυμίαν, ἥν ἔχει πρὸς τ[οὺς καλοὺς] καὶ ἀγαθοὺς τῶν ἄνδρων, ἑ-
<λ>έσθωσαν οἱ νομοφύλακ[ες πρεσβε]υτὰς δύο πρὸς Τηΐους, οἵτ[ιν]ες
40 ἀποδημήσαντες εἰς Τέ[ων καὶ δό]ντες τόδε τὸ ψήφισμα παρακα-
λέσουσιν Τηΐους προσαγγ[εῖλαι ἐ]ψηφισμένας ὑπὸ τοῦ δήμου ἡ-
μῶν τοῖς πολίταις αὐτῶν [τιμὰς καὶ σ]υγχωρῆσαι τοῖς πρεσβευταῖς [ἀνα]-
στῆσαι στήλην λευκοῦ λίθ[ου ἐν τῶι ἐ]πιφανεστάτωι τόπωι, ἐν ἧι καὶ
ἀναγραφήσεται τόδε τὸ ψή[φισμα· τὸ δ]ὲ γενόμενον ἀνάλωμα εἴς
45 τε τὴν στήλην καὶ τὴν ἀναγ[ραφὴν] τοῦ ψηφίσματος ἀπογραψά-
μενοι τῆι πόλει, οἱ πρεσβε[υταὶ Τηΐου]ς? ἀμείβωνται κομισ̣ά̣[σ]θ̣ωσαν
ἀπὸ τῆς τραπέζης, θεμέν[ων ἐφόδιον] τὸ διπλάσιον τῶν νομοφυλά-
κων ἀπὸ τῶν εἰς τὰς πρεσβ[είας· τὸ δὲ] ψήφισμα τόδε εἶναι εἰς εὐχα-
ριστίαν τοῦ δήμου· ε[․4․․]ν πρεσβευταὶ Ἡρακλεί-
50 δης Ἀλκίφρονος, Ἀλκ[․․․ Δη]μητρίου.
Search Help