Honorary decree of symmoria of Echinos for Naukrates Klytou and others; II1; found at Teos: *Şahin, EA 5, 1985, 13-17 (PH); BE 1987:288.  
[ ] EA 5, 1985, 13-17
1 ἐπὶ πρυτάνεως Ἰφικράτου μηνὸς Λευκαθεῶνος
εἰκάδι· ἔδοξεν τῆι Ἐχίνου συμμορίαι· ἐπειδὴ
Ναυκράτης Κλύτου ὁ ἐξ Ἀγαθοκλείους, Διονυσικλῆς
Διονυσίου, Πραξίδημος Διοδώρου, Σωτᾶς Ἀριστέου
5 πρότερόν τε τὴν ἑαυτῶν σπουδὴν ἐνδεικνύ-
μενοι εἰς τὴν συμμορίαν διετέλουν ἀποδειχθέν-
τες τε προστάται καὶ βουλόμενοι κατακολουθεῖν
τῆι ἑαυτῶν προθέσει τάς τε νομιζομένας
πατρίους θυσίας συνετέλεσαν τοῖς τε θεοῖς καὶ
10 τοῖς εὐεργέταις καλῶς καὶ ἐπιφανῶς· υπεδέξαν-
το δὲ καὶ τὴν συμμορίαν φιλοτίμως καὶ ἐκτενῶς,
εἰσενεγκάμενοι τὴν εἰς ταῦτα δαπάνην
πᾶσαν ἐκ τοῦ ἰδίου, βουλόμενοι ἐν ἅπασι τούτοις
δάπανον τὴν συμμορίαν καθιστάνειν· ὅπως
15 οὖν καὶ τὸ κοινὸν τῆς συμμορίας εὐχαρίστως
προσφερόμενον φαίνηται τοῖς καλοῖς καὶ ἀγα-
θοῖς τῶν ἀνδρῶν· δεδόχθαι τῆι Ἐχίνου συμμο-
ρίαι· ἐπαινέσαι Ναυκράτην Κλύτου τὸν ἐξ Ἀγαθο-
κλείους, Διονυσικλῆν Διονυσίου, Πραξίδημον
20 Διοδώρου, Σωτᾶν Ἀριστέου καὶ στεφανῶσαι
ἕκαστον αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς
ἕνεκεν καὶ φιλοδοξίας τῆις εἰς τὴν συμμορίαν·
ἀναγγέλλεσθαι δὲ τοὺς στεφάνους καθ’ ἕκασ-
τον ἔτος μετὰ τὰς σπονδάς, ὅταν ἡ ὑποδοχὴ
25 γίνηται· τῆς δὲ ἀναγγελίας ἐπιμελεῖσθαι
τοὺς ἑκαάστοτε γινομένους προστάτας·
ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε καὶ τοὺς στεφά-
νους εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ τὸν
βωμὸν τῆις συμμορίας.  ὅπως δὲ συντελεσθῇ τὰ ἐ-
30 ψηφισμένα, ἀποδεῖξαι ἄνδρας, οἵτινες τὴν ἐπι-
μέλειαν αὐτῶν ποιήσονται· ἀπεδείχθησαν
Ναυκράτης Κλύτου ὁ ἐξ Ἀγαθοκλείους,
Διονυσικλῆς Διονυσίου.
Search Help
Contact Us