Honorary decree of symmoria of Echinos for Naukrates
Klytou and others; II1; found at Teos: *Şahin, EA 5, 1985, 13-17
(PH); BE 1987:288.
[ ]
EA 5, 1985, 13-17
1 | ἐπὶ πρυτάνεως Ἰφικράτου μηνὸς Λευκαθεῶνος |
εἰκάδι· ἔδοξεν τῆι Ἐχίνου συμμορίαι· ἐπειδὴ | |
Ναυκράτης Κλύτου ὁ ἐξ Ἀγαθοκλείους, Διονυσικλῆς | |
Διονυσίου, Πραξίδημος Διοδώρου, Σωτᾶς Ἀριστέου | |
5 | πρότερόν τε τὴν ἑαυτῶν σπουδὴν ἐνδεικνύ- |
μενοι εἰς τὴν συμμορίαν διετέλουν ἀποδειχθέν- | |
τες τε προστάται καὶ βουλόμενοι κατακολουθεῖν | |
τῆι ἑαυτῶν προθέσει τάς τε νομιζομένας | |
πατρίους θυσίας συνετέλεσαν τοῖς τε θεοῖς καὶ | |
10 | τοῖς εὐεργέταις καλῶς καὶ ἐπιφανῶς· υπεδέξαν- |
το δὲ καὶ τὴν συμμορίαν φιλοτίμως καὶ ἐκτενῶς, | |
εἰσενεγκάμενοι τὴν εἰς ταῦτα δαπάνην | |
πᾶσαν ἐκ τοῦ ἰδίου, βουλόμενοι ἐν ἅπασι τούτοις | |
ἀδάπανον τὴν συμμορίαν καθιστάνειν· ὅπως | |
15 | οὖν καὶ τὸ κοινὸν τῆς συμμορίας εὐχαρίστως |
προσφερόμενον φαίνηται τοῖς καλοῖς καὶ ἀγα- | |
θοῖς τῶν ἀνδρῶν· δεδόχθαι τῆι Ἐχίνου συμμο- | |
ρίαι· ἐπαινέσαι Ναυκράτην Κλύτου τὸν ἐξ Ἀγαθο- | |
κλείους, Διονυσικλῆν Διονυσίου, Πραξίδημον | |
20 | Διοδώρου, Σωτᾶν Ἀριστέου καὶ στεφανῶσαι |
ἕκαστον αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς | |
ἕνεκεν καὶ φιλοδοξίας τῆις εἰς τὴν συμμορίαν· | |
ἀναγγέλλεσθαι δὲ τοὺς στεφάνους καθ’ ἕκασ- | |
τον ἔτος μετὰ τὰς σπονδάς, ὅταν ἡ ὑποδοχὴ | |
25 | γίνηται· τῆς δὲ ἀναγγελίας ἐπιμελεῖσθαι |
τοὺς ἑκαάστοτε γινομένους προστάτας· | |
ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε καὶ τοὺς στεφά- | |
νους εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ τὸν | |
βωμὸν τῆις συμμορίας. ὅπως δὲ συντελεσθῇ τὰ ἐ- | |
30 | ψηφισμένα, ἀποδεῖξαι ἄνδρας, οἵτινες τὴν ἐπι- |
μέλειαν αὐτῶν ποιήσονται· ἀπεδείχθησαν | |
Ναυκράτης Κλύτου ὁ ἐξ Ἀγαθοκλείους, | |
Διονυσικλῆς Διονυσίου. |