Honorary decree of symmoria; II: *CIG 3066; **Michel 1007 (ll. 24, 27); Guarducci, Fratria 25; BE 1987:288.  
[ ] CIG 3066
1 ἔδοξεν τῶι κοινῶι τῆς Ἐχίνου συμμορίας·
ἐπειδὴ Ἑλλάνικος Ζωΐλου, Σάτυρος Ἀρτεμιδώ-
ρου, Ἀγέλιππος Εὐφράνορος, Ἀθηνόδωρος
Δημητρίου, ἄνδρες ἀγαθοὶ καὶ [πρόθυ]μοί εἰ-
5 σιν εἰς τὰ συμφέροντα τῆι συμμορίαι, προσ-
τάται τε γενόμενοι τῆς Ἐχίνου συ[μμο]-
ρίας, τάς τε θυσίας πάσας συνετέλ[ε]-
σαν πρεπόντως καὶ κατὰ τὸν νόμον,
καὶ ἐν τοῖς ἄλλοις προέστησαν ἀξίως [τῆς] συμ-
10 μορίας, οὐδεμίαν ἀνενέγκαντες τῶι κοινῶι δα-
πάνην, ἀλλ’ ἐκ τῶν ἰδίων πάντα χορηγήσαντες ἀ-
φειδῶς ἐς τὰς θυσίας πάσας τὰς συντελουμένας
ὑπὸ τῆς Ἐχίνου συμμορίας τοῖς τε θεοῖς καὶ τοῖς εὐερ-
γέταις, καὶ τὴν ἄλλην δαψίλειαν ἐποιήσαντο τῶν
15 εἰς τὴν ὑποδοχὴν ἀναλισκομένων ἀξίως τῆς τε
συμμορίας καὶ ἑαυτῶν·vacat ἵνα οὖν καὶ ἡ Ἐχίνου συμμο-
ρία φαίνηται τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν
ἀπονέμουσα τὰς κα<τ>αξίας χάριτας, δεδόχθαι
τῆι Ἐχίνου συμμορίαι ἐπαινέσαι Ἑλλάνικον Ζωΐλου,
20 Σάτυρον Ἀρτεμιδώρου, Ἀγέλιππον Εὐφράνορος,
Ἀθηνόδωρον Δημητρίου, καὶ στεφανῶσαι ἕκαστον
αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς ἕνεκεν καὶ φιλοδο-
ξίας, ἧς ἔχοντες διατελοῦσιν εἰς τὸ κοινὸν τῆς συμ-
μορίας, καὶ ἀναγγεῖλαι αὐτὸν τὸν στέφανον τοῖς
25 Λευκαθέοις μετὰ τὰς σπονδάς, ἐν ἧι ἂγ γίνηται ἡμέ-
ραι ἡ συμμορία· τῆς δὲ ἀναγγελίας ἐπιμελεῖσθαι τοὺς
καθ’ ἕκαστον ἔτος τιμωμένους προστάτας. ἵνα δὲ καὶ
μνημονεύηται αὐτῶν εἰς ἅπαντα τὸν χρόνον ἡ φ<ιλ>ο-
τιμία, καὶ ζηλῶσιν αὐτοὺς οἱ ἐπιγινόμενοι Ἐχιναδῶν,
30 ἀναγράψαι τοὺς ἀποδειχθησομένους ἄνδρας τοῦ[το]
τὸ ψήφισμα εἰς στήλην λιθίνην, καὶ τοὺς στεφάνους,
καὶ στῆσαι παρὰ τὸμ βωμὸν τῆς συμμορίας. βουλ[ό]-
μενοι δὲ καὶ ἐν τούτοις ἀκόλουθοι φαίνεσθαι καὶ ἀ[δ]ά-
πανον καταστῆσαι τὸ κοινόν, τὴν εἰς ταῦτα δα[πάνην]
35 ἐσομένην ἐκ τῶν ἰδίων ἀνεδέξαντο ποιήσειν.
ἀπεδείχθησαν Ἑλλάνικος Ζωΐλου, Σά[τυρος]
Ἀρτεμιδώρου. vacat
Search Help
Contact Us