Teos 32
   Honorary decree of symmoria; II: *CIG 3065; **Michel 1006 (ll. 36-41); Guarducci, Fratria 24; BE 1987:288.  
[ ] CIG 3065
1 vacat ἐπὶ πρυτάνεως Σμείνωνος? vacat
vacat τὸ κοινὸν τῆς Ἐχίνου συμμορίας vacat
vacat ἐτί<μ>ησεν vacat
vacat
1.4 <⁶⁵Δημή>⁶⁵-
5 <⁶⁵τρίον Καλ>⁶⁵-
<⁶⁵λιστράτου,>⁶⁵
vacat
<⁶⁵Νικίαν>⁶⁵
<⁶⁵Φίλωνος,>⁶⁵
10 vacat
2.4 <⁶⁵Προκλεί>⁶⁵-
5 <⁶⁵δην Προκλ>⁶⁵-
<⁶⁵είδου τὸν>⁶⁵
<⁶⁵νεώτερον,>⁶⁵
vacat
<⁶⁵Ἑστιαῖον>⁶⁵
<⁶⁵Σιμαλίω>⁶⁵-
10 <⁶⁵νος>⁶⁵
vacat
11 ἔδοξεν τῆι Ἐχίνου συμμορίαι· ἐπειδὴ Δημήτρι-
ος Καλλιστράτου, Προκλείδης Προκλείδου ὁ νε-
ώτερος, Νικίας Φίλωνος, Ἑστιαῖος Σιμαλίωνος, πρό-
τερόν τε τὴν αὑτῶν σπουδὴν ἐνδεικνύμενοι εἰς τὴν
15 συμμορίαν διετέλουν, ἀποδεικνύντες τε προσ-
τάται καὶ βουλόμενοι κατακολουθεῖν τῆι ἑαυτ-
ῶν προθέσει τάς τε νομιζ<ο>μένας
πατρίους θυσίας συνετέλεσαν τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις
καλῶς καὶ ἐπιφανῶς, {ε} ὑπε{ι}δέξαντό {²⁶ὑπεδέξαντό}²⁶ τε καὶ τὴν συμμορίαν φιλο-
20 τίμως καὶ ἐκτενῶς, εἰσενεγκάμενοι τὴν εἰς ταῦτα δαπάνην
πᾶσαν ἐκ τοῦ ἰδίου, βουλόμενοι ἐν ἅπασι τούτοις ἀδάπανον τὴν
συμμορίαν καθιστάνειν· ὅπως οὖν καὶ τὸ κοινὸν τῆς συμμορίας
εὐχαρίστως προσφερόμενον φαίνηται τοῖς καλοῖς καὶ ἀγαθοῖς
τῶν ἀνδρῶν, δεδόχθαι τῆι Ἐχίνου συμμορίαι ἐπαινέσαι Δημή-
25 τριον Καλλιστράτου, Προκλείδην Προκλείδου τὸν νεώτερον,
Νικίαν Φίλωνος, Ἑστιαῖον Σιμαλίωνος, καὶ στεφανῶσαι ἕκασ-
τον αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς ἕνεκεν καὶ φιλοδοξίας τῆς εἰς
τὴν συμμορίαν· ἀναγγέλλεσθαι δὲ τὸν στέφανον καθ’ ἕκαστον
ἔτος μετὰ τὰς σπονδάς, ὅταν ἡ [ὑπο]δοχὴ γίνηται· τῆς δὲ ἀναγ-
30 γελίας ἐπιμελεῖσθαι τοὺς καθ’ ἕκαστον ἔτος γενομένους
προστάτας. ἀναγράψαι δὲ το ψήφισμα τόδε καὶ τοὺς στε-
φάνους εἰς στήλην λιθίνην, καὶ στῆσαι παρὰ τὸν βωμὸν τῆς συμ-
μορίας. ὅπως δὲ συντελεσθῇ τὰ ἐψηφισμένα, ἀποδεῖξαι ἄν-
δρας, οἵτινες τὴν ἐπιμέλειαν αὐτῶν ποιήσονται. ἀπεδε[ί]-
35 [χθησαν] Προκλείδης Προκλείδου ὁ νεώτερος, Δημήτριος Καλλιστράτου.
Search Help
Contact Us