Honorary decree (?) for Antiochos III; c. 203/190 BC:
*Anadolu 1965, pp. 36-41 (PH); **Oliver, GRBS 9, 1968, pp. 321-2
(section II, ll. 51, 52-3); **Dunst, ZPE 3, 1968, pp. 170-2
(section II, ll. 26-7, 83, 100); **Merkelbach, ZPE 3, 1968, pp.
173-4 (section II, l. 99); **Daux, ZPE 12, 1973, pp. 235-6
(section II, ll. 77-8); SEG 26, 1307; **BE 1977:405 (section II,
l. 8); SEG 27, 780; SEG 28, 887.
[ ]
Anadolu 1965, 36-41
II.0 | {²Two lines missing}² |
[—] μετ̣έχων̣ [—] | |
[—]ης διαφυλάσση̣[—] | |
[—]το καὶ θυσιῶν καὶ σ̣[πονδῶν —] | |
[—] πρὸς αὐτὸν ἐπαύξῃ δια[—] | |
5 | [—]σαν εὐχαρίστως ἄγ̣[ειν —] |
[— Ἀντιόχ]εια καὶ Λαοδίκεια τ[—] | |
[— κα]ὶ συνεῖναι ἐν τῇ ἡμέ[ρᾳ ταύτῃ πάντας] | |
[τοὺς τῆς πόλεως ἄρχο]ντας καὶ τοὺς περὶ [τὸν Διόνυσον τεχ]- | |
[νίτας ․․․․12-14․․․․]ς. κατασκευάσασθ[αι δὲ βωμὸν ἑκάστην] | |
10 | [τῶν] συμ[οριῶν ἐν τῶι] ἰδίωι τόπωι ἕνα παρὰ [τὸν βωμὸν τῆς συμο]- |
[ρίας] τοῦ τε β[ασιλέως] Ἀντιόχου Μεγάλου καὶ [τῆς ἀδελφῆς] | |
[αὐτ]οῦ βασιλ[ίσσης Λ]αοδίκης καὶ συντελεῖν τὴν̣ [θυσίαν] | |
[ἐπὶ] τούτου καὶ κα[τάρ]χεσθαι τῶν ἱερῶν τὸν ἱερέα το[ῦ βασι]- | |
[λέ]ως καὶ τῶν σπο[ν]δ̣ῶν καὶ τῶν ἄλλων πάντων προ[ΐστασ]- | |
15 | [θαι] αὐτὸν ἐν τῇ ἑορ[τ]ῇ ταύτηι τῶν συντελουμένων ὑπὸ [τῶν] |
[συ]μ̣οριῶν καθάπε[ρ] ὁ ἱερεὺς τοῦ Ποσειδῶνος ἐν το[ῖς ․․] | |
[․4․․]ε̣οις προέστηκεν· τὸ δὲ ἐσόμενον ἀνάλωμ[α καθ’ ἑ]- | |
[καστον] ἄνδρα τάξαι μὲν [τὸ]ν δῆμον [ἅπ]αξ ἐν ταῖς [πρώταις] | |
[ἀρχα]ιρεσίαις, τοὺς δὲ ταμίας τοὺς ἑκάστοτε γιν[ομένους] | |
20 | [διδό]ναι τοῖς τῶν συμοριῶν προστάταις τὸ ταγὲν ἐκ τ[ῆς διοι]- |
[κήσε]ως ἔσχατον τῇ τετράδι τοῦ Λευκαθεῶνος λαβόν[τας τὴν] | |
[ἀπογ]ραφὴν παρὰ τῶν π[ρ]οστατῶν τοῦ πλήθους τῶν ἐν ταῖς [․․5․․] | |
[․․ κα]ὶ τῶν ἐν ἡλικίαι κα[ὶ] τῶν ἀπογραψαμένων πρὸς αὐτοὺς [․․5․․] | |
[․4․․] θύειν δὲ καὶ ἑορτάζειν καὶ τοὺς ἄλους πάντας τοὺς ο[ἰκοῦν]- | |
25 | [τας] τὴμ πόλιν ἡμῶν ἐν τοῖς ἰδίοις οἴκοις ἑκάστους κατὰ δύν[αμιν·] |
[στε]φανηφορεῖν πάντας τοὺς ἐν τῇ πόλει ἐν ἡμέραι ταύτ[ῃ· παύε]- | |
[σθαι δ]ὲ καὶ τὰς ἐργασίας πάσας τάς τ’ ἐν τῇ πόλει καὶ τῇ χώ[ρᾳ καὶ εἶ]- | |
[ναι ἐ]χεχιρίας πᾶσι πρὸς πάντας ἐν τῇ <ἡ>μέραι ταύτῃ· ἀναγ[ράψαι] | |
[δὲ τ]αύτην τὴν ἑορτὴν εἰς τὴν ἱερὰν βύβλον· ἵνα δὲ καὶ καθιε[ρωμέ]- | |
30 | [νος] ὁ τόπος ᾖ τῶι βασιλεῖ Ἀντιόχωι Μεγάλωι ἐν ὧι τὰ μὲν ἐ[τέλεσε] |
[τῶν ἀ]γαθῶν, τὰ δὲ ὑπέσχετο καὶ μετὰ ταῦτα ἐπετέλεσεν, ἀ[ναθεῖ]- | |
[ναι ἄ]γαλμα χαλκοῦν ἐν τῶι βουλευτηρίωι ὡς κάλλιστον [τοῦ βα]- | |
[σιλέ]ως καὶ συντελεῖν θυσίαν ἐπὶ τῆς κοινῆς τῆς πόλεως ἑ[στίας] | |
[ἐν τ]ῶι βουλευτηρίωι τῶι τε βασιλεῖ καὶ Χάρισιν καὶ Μνήμῃ καθ’ ἕκ[αστον] | |
35 | [ἔτο]ς τὰς ἀρχὰς μετὰ τοῦ ἱερέως καὶ τοῦ πρυτάνεως τήν |
τ[ε τῶν] | |
[στρ]ατηγῶν καὶ τὴν τῶν τιμούχων καὶ τὴν τῶν ταμιῶν κατὰ το[․4․․] | |
[․․․] εἰσιτητήρια τῆς ἀρχῆς ἀρχομένας ἀπ’ ἀγαθῶν τῆι νουμη[νίαι] | |
[τοῦ] Λευκαθεῶνος καὶ θύειν ἱερεῖον τέλειον, συντελεῖν δὲ θυσίαν | |
[τοὺ]ς ἐκ τῶν ἐφήβων μετὰ τοῦ γυμνασιάρχου τῇ αὐτῇ ἡμέραι καθότι γέγ[ρα]- | |
40 | [πτ]αι, ἵνα μηθὲν πρότερον ἄρξωνται πράσσειν τῶν κοινῶν πρὶν ἢ χάρ[ι]- |
[τα]ς ἀποδ[ο]ῦναι τοῖς εὐεργέταις καὶ ἐθίζωμεν τοὺς ἐξ ἡαυτῶν πά[ν]- | |
[τα] ὕστερα καὶ ἐν ἐλάσσονι τίθεσθαι πρὸς ἀποκατάστασιν χάριτος | |
[καὶ] τὴμ πρώτην αὐτοῖς εἴσοδον εἰς τὴν ἀγορὰν ἐπὶ ταὐτὰ καλλίστην | |
[ποι]ήσο[μ]εν· τὰ δὲ ἱερεῖα τὰ εἰς τὰς θυσίας παριστάναι τοὺς πριαμέ- | |
45 | [νους] τῷ πρότερον ἔτει τὴν παράσχεσιν τῶν ἱερείων, τοῖς δὲ εἰσιοῦσιν |
[ἄρχ]ο̣υσιν καὶ τοῖς ἐκ τῶν ἐφήβων τοὺς ταμίας· ὅσοι δ’ ἂν νικήσαντες | |
[τοὺ]ς στεφανίτας ἀγῶνας εἰσελαύνωσιν εἰς τὴμ πόλιν, παραγίνεσθα[ι] | |
[․4․․]ους ἀπὸ τῆς {ἀπὸ τῆς} πύλης πρῶτον εἰς τὸ βουλευτήριον καὶ στεφ[α]- | |
[νοῦν] τὸ ἄγαλμα τοῦ βασιλέως καὶ συντελεῖν θυσίαν καθότι ἐπάνω γέ- | |
50 | [γραπ]τ̣αι· ἐπειδὴ οὐ μόνον εἰρήνην ἡμῖν ὁ βασιλεὺς παρέσχεν, ἀλλὰ καὶ |
[τῶν] βαρέων καὶ σκληρῶν ἐκ<κ>ούφισιν εἰς τὸ μετὰ ταῦτα τελῶν παραλύ- | |
[σας] τῶν συντάξεων καὶ λυσιτελεῖς τὰς ἐν τῇ χώραι μετ’ ἀσφαλεί- | |
[ας π]εποίηκεν ἐργασίας καὶ τὰς καρπείας, τιθέναι πρὸς τὸ ἄγαλμα | |
[τοῦ] βασιλέως ἀπαρχὰς καθ’ ἕκαστον ἔτος τοὺς πρώτους ἐν τῇ | |
55 | [χώρ]αι ξυλίνους φανέντας καρπούς· ὅπως δὲ καὶ διὰ παντὸς ᾖ τὸ ἄγαλ- |
[μα τ]οῦ βασιλέως ἐστεφανωμένον στεφάνωι τῶι κατὰ τὰς ὥρας γινο- | |
[μέν]ωι ἐπιμελεῖσθαι τὸν ἱερέα τοῦ βασιλέως· προσπωλεῖν δὲ τῇ ὠνῇ | |
[τῆς] στεφανοπωλίας τοὺς ἑκάστοτε γινομένους ταμίας τὴν | |
[παρ]άσχεισιν τῶν στεφάνων τούτων· ἀποδεῖξαι δὲ καὶ ἐπιστάτας δύο̣ | |
60 | [ἐξ ἁ]πάντων τῶμ πολιτῶν οἵτινες ἐπιμελήσονται τῆς τε κατασκευ- |
[ῆς τ]οῦ ἀγάλματος καὶ τῆς ἀναθέσεως καθότι ἂν οἱ τιμοῦχοι καὶ οἱ | |
στ[ρ]ατηγοὶ παραγγέλλωσιν· τὸ δὲ ἀργύριον τὸ εἰς ταῦτα διδόναι | |
τοὺς ταμίας ἐκ τῶν τιμῶν τῶμ βασιλέων ἢ̣ ἐκ τῆς διοικήσεω[ς·] | |
ἵνα δὲ καὶ τῇ ἀδελφῇ τοῦ βασιλέως βασιλίσσῃ Λαοδίκῇ πρὸς [ταῖς] | |
65 | ἄλλαις ταῖς δεδομέναις τιμαῖς ὑπάρχωσιν ἄλλαι μὴ μόνον χ[άριν] |
ἔχουσαι τὴμ παραυτίκα ἀλλὰ καὶ μνήμην ποιοῦσαι τὴν εἰς τὸ[ν ἅ]- | |
παντα χρόνον καὶ τοῖς εἰς τὴμ πόλιν ἀφικνουμένοις τῶν ξένων [παρά]- | |
δειγμα πᾶσιν ὑπάρχον ἐμ μέσωι φαίνηται τῆς εὐχαριστίας το[ῦ δή]- | |
μου καὶ προσηκούσας ἑκάστοις φαινώμεθα τὰς τιμὰς φηφιζόμ[ενοι,] | |
70 | κατασκευάσαι τὴγ κρήνην τὴν ἐν τῇ ἀγορᾶι καὶ ἐπιμεληθῆνα[ι ὅ]- |
πως εἰς αὐτὴν τὸ ὕδωρ ἀχθῇ καὶ ἀναθεῖναι τὴγ κρήνην τῇ ἀδελ[φῇ] | |
τοῦ βασιλέως Ἀντιόχου βασιλίσσῃ Λαοδίκῃ καὶ εἶναι αὐτὴν ἐπώνυμ[ον] | |
Λαοδίκης, καὶ ἐπειδὴ ἡ βασίλισσα τά τε πρὸς τοὺς θεοὺς εὐσεβ[ῶς] | |
διακεῖται καὶ τὰ πρὸς ἀνθρώπους εὐχαρίστως καὶ διὰ ταῦτα κ[α]- | |
75 | λῶς ἔχον ἐστὶν ἐκ τῆς ταύτης ἐπωμύμου κρήνης πάντας κα- |
τάρχεσθαι τιμῶντας τοὺς θεοὺς καὶ ἁγνεύοντας· τύχῃ ἀγαθ[ῇ·] | |
ὅσοι ἂν ἱερεῖς ἢ ὅσαι ἱέρειαι πρὸ πόλεως θυσίαν συντελῶσιν, χ̣[ρῆσ]- | |
θαι πρὸς τὰς θυσίας ἐν οἷς δεῖ ὕδατι τόυτωι, λαμβάνιν δὲ [καὶ τοὺς] | |
συντελοῦντας τὰ λουτρὰ ἐντεῦθεν, ὑδρεύεσθαι δὲ κα[ὶ ταῖς νύμ]- | |
80 | φαις τὰ λο[υ]τρὰ ἀπὸ τῆς κρήνης ταύτης· ὅσοι δ’ ἂν λαμ[βάνωσιν τὸ] |
ὕδωρ εἰς τ[ὰς] χρείας τὰς [³¹προγεγραμένας]³¹ παραγίνεσ[θαι ἐπὶ τὴγ] | |
κρήνην [καὶ ἀ]ποπορεύεσθαι ἐν ἐσθῆτι λαμπρᾶι ἐσ[τεφανω]μ[έ]- | |
νους, τὰ[ς δὲ ὑδρ]ευομένας τὰ λουτρὰ ταῖς νύμφαις [․․6-8․․]․ΤΡΙΔ․Σ· [ἵ]- | |
να δὲ σ[υντελῆται] ἡ κρήνη καθότι γέγραπται ἀ[ποδεῖξαι ἐπι]σ̣τάτας δύο | |
85 | ἐξ ἁπ̣[άντων τῶμ] πολιτῶν οἵτινες [ἐπιμελήσον]τ̣αι τῆς κατασκευῆς |
τῆς κ̣[ρήνης ․․․․․․․․․․c.25․․․․․․․․․․․]νην ὕδατος π̣αρεσομε- | |
[ν․․, τὸ δὲ ἐ]σόμενον ἀνάλω[μα τὸ εἰς ταῦτα δι]δόναι τοὺς ταμίας ἐ[κ] | |
[τῆς διοι]κήσεως καθότι ἂν οἱ ἐπὶ τῶ[ν] ἔργων τεταγμένοι παραγγέ[λ]- | |
[λωσιν, ὑ]πὲρ δὲ τῶν ἔργων τῆς συντελείας τούτων εἶναι κατὰ τὸν νό- | |
90 | [μον τὸ]ν γεγραμμένον ὑπὲρ τῆς κατασκευῆς τῶν τιμῶν· ἐπεὶ δὲ κ[α]- |
[λῶς ἔ]χ̣ον ἐστὶν ἅμα ταῖς ἄλλαις ταῖς δεδομέναις παρὰ τῆς πόλε- | |
[ως τῷ β]ασιλεῖ τιμαῖς καὶ ἀκόλουθον τῇ τε τοῦ βασιλέως καὶ τῶν | |
[φίλων] εὐνοίαι πρὸς τὸν δῆμον καὶ τῇ παρ’ ἡμῶν πρός τε τὸν βασι- | |
[λέα καὶ] τους̣ φ̣ίλ̣ους αὐ[τ]οῦ ἐκτενείαι καθάπερ εἰς κοινὸν τεθῆναι τὸ | |
95 | [τῶν ἐ]πωνύμων πόλεων τῶν τοῦ βασιλέως προγόνων τὰ δε[δο]- |
[μένα κ]α̣ὶ δοθησόμενα παρὰ τοῦ βασιλέως ἀγαθὰ τῶι δήμωι <ἵνα> ψη[φισ]- | |
[θείσης] αὐτοῖς πᾶσιν παρ’ ἡμῖν τῆς πολιτείας καὶ ἑτοιμότεροι π[ρὸς] | |
[τὰς εὐ]εργεσίας ὑπάρ̣χωσι σπεύδοντες διὰ παντὸς καθά[π]ερ̣ | |
[εἴ γ’ ἔ]νεστιν, ὑπὲρ τῆς ἰδίας πατρίδος [κ]αὶ [τὴ]ν προϋπάρχουσαν τοῖς | |
100 | [Τηΐ]οις πρὸς αὐτοὺς ἀνανεωσόμεθα φιλίαν· τύχῃ ἀγαθῇ· τοὺ[ς] στρα- |
[τηγο]ὺς καὶ τοὺς τιμούχους εἰσενεγκεῖν εἰς τὰς ἐπιούσας ἀρχαι- | |
[ρεσία]ς καθότι δοθήσεται πολιτέα τῶι δήμωι τῷ Ἀντιοχέων τῶμ | |
[πρὸς] Δάφνηι καὶ τῶι δήμωι τῶι Σελευκέων τῶν ἐμ Πιερίαι [κα]ὶ τῶι δή- | |
[μωι τ]ῶι Λαοδικέων τῶμ πρὸς θαλάσσῃ· ἀναγράψαι δὲ [κ]αὶ τὸ ψή- | |
105 | [φισμα τ]όδε εἰς τὴν παραστάδα τοῦ νεὼ τοῦ Διονύσου κα[ὶ κ]αθιερῶ- |
[σαι, τῆ]ς δὲ ἀναγραφῆς τοῦ ψηφίσματος ἐπιμεληθῆνα[ι τ]οὺς ἐνεσ- | |
[τηκότ]ας τα[μί]ας· ἵνα δὲ ὁ βασιλεὺς Ἀντίοχος καὶ ἡ ἀ[δ]ελφὴ αὐτοῦ | |
[βασί]λισσα [Λ]αοδίκη εἰδήσωσι τὴν εὐχαριστίαν τοῦ [δ]ήμου, ἀποδεῖ- | |
[ξαι π]ρεσβευτὰς τρῖς ἤδη οἵτινες παραγενόμενοι πρὸς αὐτοὺς τὸ | |
110 | [μὲν ψ]ήφισμα τόδε ἀποδώσουσι καὶ ἀσπασάμεν[ο]ι ὑπὲρ τοῦ δήμου |
[καὶ] συνησθέντες ἐπὶ τῶι ὑγιαίνειν αὐτοὺς [καὶ] πράσσειν ὃν τρόπον | |
[αὐτ]οί τε βούλονται καὶ ἡμεῖς τοῖς θεοῖς εὐχόμεθα καὶ ἐμφανίσαν- | |
[τες] τὰς̣ [τι]μ̣ὰς τὰς ἐψ̣[η]φ̣ισμ̣[έ]νας καὶ δ[η]λώσαντες αὐτοῖς [—] | |
III.1 | [—]α̣υτα παρα |
[—]ν αὐτοῦ | |
[—]ς ταύτας | |
[— παρ]αίτιον | |
5 | [—]τωι |
[—]․․․ | |
IV.0 | {²two lost lines}² |
[— Ἀν]τιόχωι [—] | |
[—] καὶ παρη[—] |