Honorary decree of Bargylia for Teos and Tyron of Teos;
270/261 BC: *LW 87; Michel 457; Syll3 426; **Robert, BCH 49,
1925, p. 230 (ll. 7, 13); IIasos 608.
[ ]
LW 87
0 | {²Beginning lost}² |
[— τοῦ] δήμου πρέσβε̣[ις ἀπο]- | |
στείλαντος πρὸς Τηΐους ὑπὲρ τοῦ δικαστοῦ, ἵ[να παρα]- | |
διδῶσι πρὸς ἡμᾶς τὸν ἄνδρα, καθ’ ὅτι ὁ βασιλεὺ[ς ἐκέλ]- | |
[ε]υεν, βουλόμενος ὁ δήμος ὁ Τηΐων τῶι τε βασιλ[εῖ πείθε]- | |
5 | σθαι καὶ τῆι πόλει ἡμῶν χαρίζεσθαι, ἀπέσταλε[ν ἄνδρα] |
καλὸν καὶ ἀγαθὸν Τύρωνα Πολυθροῦ, ὃς ἀφικόμ[ενος] | |
[τ]ῶν δικῶν τὰς μὲν διέλυσεν τὰς δὲ διέκρινεν, ἀε̣[ὶ ἀπὸ] | |
[π]αντὸς τοῦ βελτίστου ποιησάμενος τὰς κρίσει[ς· δεδ]- | |
όχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπηινῆσθαι μὲν [τὸν] | |
10 | δ̣ῆμον τὸν Τηΐων ἀρετῆς ἕνεκα καὶ εὐνοίας [τῆς] |
τ̣ε εἰς τὸμ βασιλέα καὶ τὴμ πόλιν ἡμῶν, ἐπα[ινέσ]- | |
αι δὲ καὶ τὸν δικαστὴν Τύρωνα, ὅτι καλῶς καὶ δι[καί]- | |
ω̣ς τῶν δικῶν τὰς μὲν διέλυσεν τὰς δὲ δι[έκριν]- | |
εν ἀφ’ ἴσου πᾶσι ποιησάμενος τὰς κρίσεις· ἵνα δ[ὲ καὶ] | |
15 | [ο]ἱ ἄλλοι πάντες εἰδῶσιν, ὅτι τοὺς εἰς τὴμ πόλ[ιν ἄν]- |
δρας ἀγαθοὺς γινομένους ὁ δῆμος τιμᾶι κα[ταξί]- | |
ω̣ς, στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀρετ[ῆς ἕνεκ]- | |
α καὶ δικαιοσύνης τῆς τε εἰς τὸν βασιλῆ [καὶ εἰς] | |
τὸν δῆμον, τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆ[ναι τὸν ἀ]- | |
20 | γωνοθέτην ἵν’ ἀ<ν>αγορευθῆι ἐν τῶι γυμνικῶι ἀ[γῶνι] |
[τ]ῶ̣ι συντελουμένωι ὑπὸ τοῦ δήμου βασιλε[ῖ Ἀντιόχ]- | |
ωι Σωτῆρι· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ ε[ὐεργ]- | |
έτην τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι πολ[ιτεί]- | |
α̣ν καὶ μετουσίαν πάντων ὧν καὶ Βαργυλιῆτ[αι] | |
25 | [μ]ετέχουσιν, καὶ εἴσοδον ἐπί τε βουλὴν καὶ ἐκ̣[κλησ]- |
ίαν πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ, τὰ [δὲ αὐτὰ ὑ]- | |
πάρχειν καὶ τοῖς ἐγγόνοις αὐτοῦ· τὸν δὲ ἐπιμ[ήνιον τῶν] | |
[τ]αμιῶν ἐπιδοῦναι, ὅπως ἀναγράψηι τὸ ὄνομα α[ὐτοῦ] | |
[π]ατρόθεν ἐν τῆι στήληι, ἐν ἧι καὶ οἱ ἄλλοι πρόξεν̣[οι] | |
30 | [κ]αὶ εὐεργέται καὶ πεπολιτογραφημένοι εἰσιν [ἀναγ]- |
εγραμμένοι· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξένια ἐ[ν τῶι] | |
[π]ρυτανείωι καὶ μετεῖναι μετὰ τῆς συναρχίας· [διαλέξ]- | |
αι δὲ καὶ ἄνδρας οἳ ἀποκαταστήσουσιν αὐτ[ὸν εἰς] | |
τ̣ὴν ἰδίαν μετὰ ἀσφαλείας, καὶ ἀποδόντες τὸ [ψήφ]- | |
35 | ισμα παρακαλοῦσιν τὸν δῆμον τὸν Τηΐων εἰς |
τὸν λοιπὸν χρόνον διαφυλάσσειν τὴμ φιλίαν τὴν [ὑπ]- | |
άρχουσαν ταῖς πόλεσι πρὸς ἀλλήλας, καὶ νῦν [ἐπιμέ]- | |
λειαν ποιήσασθαι ὅπως καὶ παρ’ αὐτοῖς ἀναγο[ρευθ]- | |
ῶσιν αἱ τιμαὶ αἱ διδόμεναι τῶι δικαστῆι, καὶ τὸ [ψήφι]- | |
40 | σμα ἀναγραφῆι ἐν στήληι καὶ σταθῆι παρὰ τῶι ἱ[ερῶι] |
[τ]οῦ Ἡρακλείους· ὅπως δὲ καὶ ὁ βασιλεὺς εἰδήσηι [περὶ] | |
[τ]ούτων ὅτι χρησίμως αὐτῶι τε καὶ τῶι δήμ[ωι πε]- | |
ποίηται τὰς κρίσεις καὶ ἀπὸ παντὸς τοῦ βελ[τίστου,] | |
[ἀ]π̣οδοῦναι καὶ τῶι βασιλεῖ τὸ ψήφισμα τὴμ πρό[τερον] | |
45 | [ἀ]ποσταλεῖσαν πρὸς αὐτὸν πρεσβείαν, ὡς ἂν τά̣[χιστ]- |
α παραγένηται ἐς τοὺς τόπους, ἀναγγεῖλα[ι δὲ] | |
καὶ Ἀλεξάνδρωι τῶι [καταλ]ελειμμένωι ὑπὸ [τοῦ] | |
[β]ασιλέως τοὺς προ[απεσταλ]μένους πρὸς αὐ[τὸν] | |
[π]ρεσβευτὰς τὰ δεδογμένα τῶι δήμωι ὑπὲ[ρ τοῦ] | |
50 | δικαστοῦ. ἡιρέθησαν v2 Θεαίτητος Ἀναξιπ[όλιος,] |
[Ἀ]πολλωνίδης Θεοπόμπου. |