Decree honoring Dionysiac artists and granting them ateles
land; 229/205 BC: *BCH 1922, pp. 312-9, no. 2 (PH); SEG 2, 580;
SEG 4, 617; **Robert, Et. anat. 39-44 (ll. 2-3).
[ ]
BCH 1922, 312-19, no. 2
1 | [—]οι[—] |
τὸν ἱερέα το[ῦ Διονύσου ἐν τοῖς Διονυσί]οις καὶ [τὸν] | |
[πρ]ύτανιν ἐν τῶι πρυ[τανείωι καὶ τὸν ἱε]ροκήρυκα [ἐν] | |
[τ]αῖς ἐκλησίαις γίνεσθαι τἀγαθὰ καὶ τῶι κοινῶι τῶ[ν πε]- | |
5 | [ρὶ τ]ὸν Διόνυσον τεχνιτῶν· ἀγοράσαι δὲ αυτοῖς καὶ κ̣[τῆ]- |
[μα] ἔγγεον ἐν τῆι πόλει ἢ τῆι χώραι ἀπὸ δρα(χμῶν) 𐅆 Χ | |
[καὶ] προσαγορεύεσθαι τὸ ἀγορασθὲν κτῆμα ἱερὸν ὃ ἀν[ατίθη]- | |
[σι] ὁ δῆμος τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τ[ε]- | |
[χ]νιτῶν, ὂν ἀτελὲς ὧν ἡ πόλις ἐπιβάλλει τελῶν· ἀ[πο]- | |
10 | δεῖξαι δὲ καὶ ἄνδρας δύο οἵτινες κτηματωνήσου[σιν] |
[ἐ]π’ ἀναφορᾶι τῆι πρὸς τὸν δῆμον· ἵνα δὲ τὸ ἀργύριο[ν] | |
[ὑπ]άρχηι εἰς τὴν κτηματωνίαν, τοὺς ταμίας τοὺς [ἐ]- | |
[ν]εστηκότας δοῦναι τοῖς ἀποδειχθησομένοις δρα(χμὰς) | |
[Χ]ΧΧ ἐκ τοῦ μετενηνεγμένου ἐκ τοῦ λόγου τῆς ὀ[χυ]- | |
15 | [ρ]ώσεως ὃ δέδοται εἰς τὴν τιμὴν τοῦ σίτου· τὸ δὲ ὑπ[ο]- |
[λι]πὲς δρα(χμὰς) ΧΧΧ δότωσαν οἱ εἰσιόντες ταμίαι ἐκ τ[ῶν] | |
[πρ]ώτων δοθησομένων αὐτοῖς ἐγ βασιλικοῦ εἰς τ[ὴν] | |
[τῆ]ς πόλεως διοίκησιν· δεδόσθαι δὲ αὐτοῖς καὶ ἐπο- | |
[χὴ]ν ἔτη πέντε ἀπὸ μηνὸς Λευκαθεῶνος καὶ πρυτ[άνε]- | |
20 | [ως] Μητροδώρου· ὅπως δὲ καὶ τὰ δόξαντα τῶι δήμ[ωι] |
[πά]ντες εἰδῶσιν, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς [στή]- | |
[λη]ν λιθίνην καὶ τὸν στέφανον καὶ ἀναθεῖναι παρὰ | |
[τὸ]ν νεὼ τοῦ Διονύσου· ἀναγράψαι δὲ καὶ εἰς τὴν παρ[α]- | |
[στά]δα τοῦ θεάτρου τὸ ψήφισμα τόδε καὶ τὸν στέφαν[ον·] | |
25 | [τῆ]ς δὲ ἀναγραφῆς τῶν στεφάνων {ι} καὶ ψηφίσματ[ος] |
[καὶ τ]ῆς στήλης τὴν κατασκευὴν τὴν ἔγδοσιν π[ο]- | |
[ιείσθ]ωσαν οἱ ἐνεστηκότες ταμίαι καὶ τὸ ἀνάλωμ[α] | |
[δότ]ωσαν οἱ ἐνεστηκότες ταμίαι· τοὺς δὲ π<ρ>εσβ[ευ]- | |
[τὰς] τοὺς ἀποδεδειγμένους ἀποδοῦναι τὸ ψήφι[σ]- | |
30 | [μα τόδ]ε τοῖς περὶ τὸν Διόνυσον τεχνίταις καὶ ἐπ[αι]- |
[νέσαι α]ὐτοὺς ἐπὶ τῆι εὐνοίαι ἣν ἔχοντες διατε- | |
[λοῦσι] περὶ τὸν δῆμον τὸν Τηΐων. ἀπεδείχθη- | |
[σαν κτ]ηματωνήσοντες vacat | |
[․․6․․․]ς Ἐπιτιμίδου, vacat Θερσίων Φάνου. |