Decree honoring Dionysiac artists and granting them ateles land; 229/205 BC: *BCH 1922, pp. 312-9, no. 2 (PH); SEG 2, 580; SEG 4, 617; **Robert, Et. anat. 39-44 (ll. 2-3).  
[ ] BCH 1922, 312-19, no. 2
1 [—]οι[—]
τὸν ἱερέα το[ῦ Διονύσου ἐν τοῖς Διονυσί]οις καὶ [τὸν]
[πρ]ύτανιν ἐν τῶι πρυ[τανείωι καὶ τὸν ἱε]ροκήρυκα [ἐν]
[τ]αῖς ἐκλησίαις γίνεσθαι τἀγαθὰ καὶ τῶι κοινῶι τῶ[ν πε]-
5 [ρὶ τ]ὸν Διόνυσον τεχνιτῶν· ἀγοράσαι δὲ αυτοῖς καὶ κ̣[τῆ]-
[μα] ἔγγεον ἐν τῆι πόλει ἢ τῆι χώραι ἀπὸ δρα(χμῶν) 𐅆 Χ
[καὶ] προσαγορεύεσθαι τὸ ἀγορασθὲν κτῆμα ἱερὸν ὃ ἀν[ατίθη]-
[σι] ὁ δῆμος τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τ[ε]-
[χ]νιτῶν, ὂν ἀτελὲς ὧν ἡ πόλις ἐπιβάλλει τελῶν· ἀ[πο]-
10 δεῖξαι δὲ καὶ ἄνδρας δύο οἵτινες κτηματωνήσου[σιν]
[ἐ]π’ ἀναφορᾶι τῆι πρὸς τὸν δῆμον· ἵνα δὲ τὸ ἀργύριο[ν]
[ὑπ]άρχηι εἰς τὴν κτηματωνίαν, τοὺς ταμίας τοὺς [ἐ]-
[ν]εστηκότας δοῦναι τοῖς ἀποδειχθησομένοις δρα(χμὰς)
[Χ]ΧΧ ἐκ τοῦ μετενηνεγμένου ἐκ τοῦ λόγου τῆς ὀ[χυ]-
15 [ρ]ώσεως ὃ δέδοται εἰς τὴν τιμὴν τοῦ σίτου· τὸ δὲ ὑπ[ο]-
[λι]πὲς δρα(χμὰς) ΧΧΧ δότωσαν οἱ εἰσιόντες ταμίαι ἐκ τ[ῶν]
[πρ]ώτων δοθησομένων αὐτοῖς ἐγ βασιλικοῦ εἰς τ[ὴν]
[τῆ]ς πόλεως διοίκησιν· δεδόσθαι δὲ αὐτοῖς καὶ ἐπο-
[χὴ]ν ἔτη πέντε ἀπὸ μηνὸς Λευκαθεῶνος καὶ πρυτ[άνε]-
20 [ως] Μητροδώρου· ὅπως δὲ καὶ τὰ δόξαντα τῶι δήμ[ωι]
[πά]ντες εἰδῶσιν, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς [στή]-
[λη]ν λιθίνην καὶ τὸν στέφανον καὶ ἀναθεῖναι παρὰ
[τὸ]ν νεὼ τοῦ Διονύσου· ἀναγράψαι δὲ καὶ εἰς τὴν παρ[α]-
[στά]δα τοῦ θεάτρου τὸ ψήφισμα τόδε καὶ τὸν στέφαν[ον·]
25 [τῆ]ς δὲ ἀναγραφῆς τῶν στεφάνων {ι} καὶ ψηφίσματ[ος]
[καὶ τ]ῆς στήλης τὴν κατασκευὴν τὴν ἔγδοσιν π[ο]-
είσθ]ωσαν οἱ ἐνεστηκότες ταμίαι καὶ τὸ ἀνάλωμ[α]
[δότ]ωσαν οἱ ἐνεστηκότες ταμίαι· τοὺς δὲ π<ρ>εσβ[ευ]-
[τὰς] τοὺς ἀποδεδειγμένους ἀποδοῦναι τὸ ψήφι[σ]-
30 [μα τόδ]ε τοῖς περὶ τὸν Διόνυσον τεχνίταις καὶ ἐπ[αι]-
[νέσαι α]ὐτοὺς ἐπὶ τῆι εὐνοίαι ἣν ἔχοντες διατε-
[λοῦσι] περὶ τὸν δῆμον τὸν Τηΐων. ἀπεδείχθη-
[σαν κτ]ηματωνήσοντες vacat
[․․6․․․]ς Ἐπιτιμίδου, vacat Θερσίων Φάνου.
Search Help
Contact Us