Decree of Priansos honoring envoys from Teos; c. 170/140 BC: CIG 3056; *LW 82; **ICret I Priansos no. 1 (ll. 5, 6, 9, 18).  
[ ] LW 82
1 vacat Πριανσίων. vacat
ἔδοξε Πριανσίων τοῖς κόσμοις καὶ τᾶι πόλει.
ἐπειδὴ Ἡρόδοτος Μ<η>νοδότου καὶ Μενεκλῆς Διονυ-
σίω ἐξαποσταλεντες πρεγγευταὶ πορτὶ ἁμὲ πα-
5 ρὰ Τηΐων, οὐ μόνον ἀνεστρά[φεν] <πρ>επ<ό>ντω<ς> ἐν τᾶι
πόλει καὶ [διελέγ]εν περὶ τᾶ[ς ․․․7․․․]το[․․]ας, ἀλλὰ
καὶ ἐπεδείξατο Μενεκλῆς μετὰ κιθάρας τά τε Τι-
μοθέου καὶ Πολυίδου καὶ τῶν ἁμῶν παλαιῶν ποιη-
τᾶν καλῶς καὶ πρεπόντως, εἰσ<ή>νεγκε δὲ κύκλον
10 ἱστορημέναν ὑπὲρ Κρῆτας, κα[ὶ τ]ῶν ἐν [Κρή]ται γε-
γονότων θεῶν τε καὶ ἡρώων, [ποι]ησάμενο[ς τ]ὰν
συναγωγὰν ἐκ πολλῶν ποιητᾶ[ν] καὶ ἱστοριογρά-
φων· διὸ δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Τηΐος ὅτι
πλεῖστον λόγον ποιῶνται περὶ παιδείας, ἐπαι-
15 νέσαι δὲ καὶ Ἡρόδοτον καὶ Μενεκλῆν ὅτι καλὰν
καὶ πρέπονσαν πεποίηνται τὰν παρεπιδημίαν
ἐν τᾶι πόλει ἁμῶν, διασαφῆσαί τε ταῦτα καὶ Τηΐ-
οις ὅ<π>ως ἐπιγινώσκωντι. vacat
vacat ἔρρωσθε.
Search Help