Decree of Priansos honoring envoys from Teos; c. 170/140
BC: CIG 3056; *LW 82; **ICret I Priansos no. 1 (ll. 5, 6, 9, 18).
[ ]
LW 82
1 | vacat Πριανσίων. vacat |
ἔδοξε Πριανσίων τοῖς κόσμοις καὶ τᾶι πόλει. | |
ἐπειδὴ Ἡρόδοτος Μ<η>νοδότου καὶ Μενεκλῆς Διονυ- | |
σίω ἐξαποσταλεντες πρεγγευταὶ πορτὶ ἁμὲ πα- | |
5 | ρὰ Τηΐων, οὐ μόνον ἀνεστρά[φεν] <πρ>επ<ό>ντω<ς> ἐν τᾶι |
πόλει καὶ [διελέγ]εν περὶ τᾶ[ς ․․․7․․․]το[․․]ας, ἀλλὰ | |
καὶ ἐπεδείξατο Μενεκλῆς μετὰ κιθάρας τά τε Τι- | |
μοθέου καὶ Πολυίδου καὶ τῶν ἁμῶν παλαιῶν ποιη- | |
τᾶν καλῶς καὶ πρεπόντως, εἰσ<ή>νεγκε δὲ κύκλον | |
10 | ἱστορημέναν ὑπὲρ Κρῆτας, κα[ὶ τ]ῶν ἐν [Κρή]ται γε- |
γονότων θεῶν τε καὶ ἡρώων, [ποι]ησάμενο[ς τ]ὰν | |
συναγωγὰν ἐκ πολλῶν ποιητᾶ[ν] καὶ ἱστοριογρά- | |
φων· διὸ δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Τηΐος ὅτι | |
πλεῖστον λόγον ποιῶνται περὶ παιδείας, ἐπαι- | |
15 | νέσαι δὲ καὶ Ἡρόδοτον καὶ Μενεκλῆν ὅτι καλὰν |
καὶ πρέπονσαν πεποίηνται τὰν παρεπιδημίαν | |
ἐν τᾶι πόλει ἁμῶν, διασαφῆσαί τε ταῦτα καὶ Τηΐ- | |
οις ὅ<π>ως ἐπιγινώσκωντι. vacat | |
vacat ἔρρωσθε. |