Decree of Palla (Malla?) confirming asylia of Teos and
granting it isopolity; c. 170/140 BC; found near Hereke: *LW 78;
**ICret I Malla no. 2 (ll. 2-10, 13-8).
[ ]
LW 78
1 | vacat Παλλαίων. vacat |
ἔδοξε Παλλαίων τοῖς κόσμοις καὶ τ[ᾶι πόλει. ἐπειδὴ Τήϊοι φίλοι] | |
καὶ συγγενεῖς ὑπάρχοντες διὰ [πρ]ογ[όνων ψάφισμα καὶ πρεγ]- | |
γευτὰς ἀπέσταλκαν Ἡρόδοτον Μην[οδότω, Μενεκλῆν Διονυσίω,] | |
5 | οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν [τό τε ψάφισμα ἀπέδωκαν] |
καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι κατακε]- | |
χωρισμένοις, ὑπέρ τε τοῦ εἶναι ἱερὰν κα[ὶ ἄσυλον τὴν χώραν αὐτῶν ὃ] | |
συνέστησαν διά τε τῶν χρησμῶ[ν τῶ Ἀπόλλωνος τῶ ἐν] | |
Δελφοῖς καὶ ἐν Διδύμοις, ὑπέρ τε τ[ῶν ἄλλων τῶν συμφερόντων ἀμφοτέ]- | |
10 | ραις ταῖς πόλεσιν διελέγησαν μετὰ [πάσας σπουδᾶς καὶ φιλοτιμίας.] |
ἔδοξεν Παλλαίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀ[ποκρίνασθαι] | |
Τηΐοις, διότι καὶ ἐν τοῖς πρότερον χρόνοις δεδωκό[των τῶν προ]- | |
γόνων ἡμῶν τὴν ἀσυλίαν καὶ καθιέρωσιν, εἰς στή[λην γράψαντες] | |
ἀναθήσομεν ἐς τὸ ἱερὸν τῶ Ζηνὸς τῶ Μοννιτίω, δ[ίδομεν δὲ αὐτοῖς] | |
15 | καὶ ἀτέλειαν καὶ ἰσοπολιτείαν· καὶ ἐάν τινες ἀδικ[ῶσι Τηΐους ἢ τὴν] |
χώραν παραιρῶνται τὴν καθιερωμένην [βοα]θήσ[ει ἁ πόλις ἁ] | |
Παλλαίων ὡς καὶ ὑπὲρ τῆς ἰδίας πατρίδος· ἔν [τε τοῖς λοιποῖς πει]- | |
ρασόμεθα αἰεί τινος ἀγαθοῦ παραίτιοι ε[ἶναι. ἐπαινοῦμεν δὲ καὶ] | |
τοὺς πρεσβευ<τὰς ἐπὶ> τῶι ΤΗ[—] | |
20 | {²Five lines missing}² |