Decree of Palla (Malla?) confirming asylia of Teos and granting it isopolity; c. 170/140 BC; found near Hereke: *LW 78; **ICret I Malla no. 2 (ll. 2-10, 13-8).  
[ ] LW 78
1 vacat Παλλαίων. vacat
ἔδοξε Παλλαίων τοῖς κόσμοις καὶ τ[ᾶι πόλει. ἐπειδὴ Τήϊοι φίλοι]
καὶ συγγενεῖς ὑπάρχοντες διὰ [πρ]ογ[όνων ψάφισμα καὶ πρεγ]-
γευτὰς ἀπέσταλκαν Ἡρόδοτον Μην[οδότω, Μενεκλῆν Διονυσίω,]
5 οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν [τό τε ψάφισμα ἀπέδωκαν]
καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι κατακε]-
χωρισμένοις, ὑπέρ τε τοῦ εἶναι ἱερὰν κα[ὶ ἄσυλον τὴν χώραν αὐτῶν ὃ]
συνέστησαν διά τε τῶν χρησμῶ[ν τῶ Ἀπόλλωνος τῶ ἐν]
Δελφοῖς καὶ ἐν Διδύμοις, ὑπέρ τε τ[ῶν ἄλλων τῶν συμφερόντων ἀμφοτέ]-
10 ραις ταῖς πόλεσιν διελέγησαν μετὰ [πάσας σπουδᾶς καὶ φιλοτιμίας.]
ἔδοξεν Παλλαίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀ[ποκρίνασθαι]
Τηΐοις, διότι καὶ ἐν τοῖς πρότερον χρόνοις δεδωκό[των τῶν προ]-
γόνων ἡμῶν τὴν ἀσυλίαν καὶ καθιέρωσιν, εἰς στή[λην γράψαντες]
ἀναθήσομεν ἐς τὸ ἱερὸν τῶ Ζηνὸς τῶ Μοννιτίω, δ[ίδομεν δὲ αὐτοῖς]
15 καὶ ἀτέλειαν καὶ ἰσοπολιτείαν· καὶ ἐάν τινες ἀδικ[ῶσι Τηΐους ἢ τὴν]
χώραν παραιρῶνται τὴν καθιερωμένην [βοα]θήσ[ει ἁ πόλις ἁ]
Παλλαίων ὡς καὶ ὑπὲρ τῆς ἰδίας πατρίδος· ἔν [τε τοῖς λοιποῖς πει]-
ρασόμεθα αἰεί τινος ἀγαθοῦ παραίτιοι ε[ἶναι. ἐπαινοῦμεν δὲ καὶ]
τοὺς πρεσβευ<τὰς ἐπὶ> τῶι ΤΗ[—]
20 {²Five lines missing}²
Search Help
Contact Us