Decree of Knossos honoring envoys from Teos; c. 170/140 BC: CIG 3053 and p. 1125; *LW 81; ICret I Cnosos no. 11.  
[ ] LW 81
1 vacat Κνωσίων. vacat
ἔδοξε Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπει-
δὴ Ἡρόδοτος Μηνοδότω καὶ Μενεκλῆς Διονυσίω
ἀποσταλθέντες πρεγγευταὶ πὰρ Τηΐων πορτὶ
5 τὰς ἐν Κρήται πόλιας καὶ διατρίψαντες τὸν πλεῖσ-
τον χρόνον ἐν τᾶι ἁμᾶι πόλει, οὐ μόνον τὰν ἀπὸ τᾶς
ἀναστροφᾶς εὐταξίαν ἀπεδείξαντο, ἀλλὰ καὶ ἐπε-
δείξατο Μενεκλῆς μετὰ κιθάρας πλεονάκις τά τε
Τιμοθέω καὶ Πολυίδω καὶ τῶν ἁμῶν ἀρχαίων ποι-
10 ητᾶν καλῶς καὶ ὡς προσῆκεν ἀνδρὶ πεπαιδευμέ-
νωι· ὁπᾶι ὦν ἰσᾶντι Τήϊοι ὅτι ἁ πόλις ἀποδέδεκται
τὸς τοιούτος τῶν ἀνδρῶν, δεδόχθαι ἐπαινέσαι
τάν τε τῶν Τηΐων πόλιν ἐπὶ τῶι τοιούτος ἄνδρας
πέμψαι, ὁμοίως δὲ καὶ τὸς πρεγγευτάς, Ἡρόδοτον
15 καὶ Μενεκλῆν, ὅτι καλῶς καὶ εὐτάκτως ἐνδεδα-
μήκαντι. τὸς δὲ κόσμος δόμεν ἀντίγραφον τῶδε
TW= YAFI/SMATOS, SFRAGI/CANTAS TA=I DAMOSI/AI SFRA-
γῖδι, ἀποκομίσαι Ἡροδότωι καὶ Μενεκλεῖ πρὸς Τηΐος
ἵν’ ἐπιγνῶντι καὶ αἰεί ποκα πρόνοιαν ποιῶνται τῶν
20 τοιούτων ἀνδρῶν.
Search Help
Contact Us