Decree of Knossos honoring envoys from Teos; c. 170/140
BC: CIG 3053 and p. 1125; *LW 81; ICret I Cnosos no. 11.
[ ]
LW 81
1 | vacat Κνωσίων. vacat |
ἔδοξε Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπει- | |
δὴ Ἡρόδοτος Μηνοδότω καὶ Μενεκλῆς Διονυσίω | |
ἀποσταλθέντες πρεγγευταὶ πὰρ Τηΐων πορτὶ | |
5 | τὰς ἐν Κρήται πόλιας καὶ διατρίψαντες τὸν πλεῖσ- |
τον χρόνον ἐν τᾶι ἁμᾶι πόλει, οὐ μόνον τὰν ἀπὸ τᾶς | |
ἀναστροφᾶς εὐταξίαν ἀπεδείξαντο, ἀλλὰ καὶ ἐπε- | |
δείξατο Μενεκλῆς μετὰ κιθάρας πλεονάκις τά τε | |
Τιμοθέω καὶ Πολυίδω καὶ τῶν ἁμῶν ἀρχαίων ποι- | |
10 | ητᾶν καλῶς καὶ ὡς προσῆκεν ἀνδρὶ πεπαιδευμέ- |
νωι· ὁπᾶι ὦν ἰσᾶντι Τήϊοι ὅτι ἁ πόλις ἀποδέδεκται | |
τὸς τοιούτος τῶν ἀνδρῶν, δεδόχθαι ἐπαινέσαι | |
τάν τε τῶν Τηΐων πόλιν ἐπὶ τῶι τοιούτος ἄνδρας | |
πέμψαι, ὁμοίως δὲ καὶ τὸς πρεγγευτάς, Ἡρόδοτον | |
15 | καὶ Μενεκλῆν, ὅτι καλῶς καὶ εὐτάκτως ἐνδεδα- |
μήκαντι. τὸς δὲ κόσμος δόμεν ἀντίγραφον τῶδε | |
τῶ ψαφίσματος, σφραγίξαντας τᾶι δαμοσίαι σφρα- | |
γῖδι, ἀποκομίσαι Ἡροδότωι καὶ Μενεκλεῖ πρὸς Τηΐος | |
ἵν’ ἐπιγνῶντι καὶ αἰεί ποκα πρόνοιαν ποιῶνται τῶν | |
20 | τοιούτων ἀνδρῶν. |