Decree of Erannos confirming friendship with and asylia of
Teos; c. 170/140 BC; found near Hereke: *LW 76; **SGDI 5182 (l.
29); not in ICret.
[ ]
LW 76
1 | vacat Ἐραννίων. vacat |
[ἐπειδ]ὴ ὁ δᾶμος ὁ Τηΐων ἐκ παλαιῶν | |
[χρόνων] συγγενὴς ὑπάρχων καὶ φίλος | |
[δι]ὰ προγόνων τᾶς τῶν Ἐραννίων πόλιος | |
5 | ἐξαπέσταλκεν ψάφισμα καὶ πρεγ- |
γευτὰς Ἡρόδοτον καὶ Μενεκλῆν, πα- | |
ρακαλίων ἁμὲ συντηρεῖν τὰ δεδομέ- | |
να τίμια ὑπὸ τῶν προγόνων ἁμίων καὶ | |
ἐπὶ πλεῖον αὔξειν, καὶ ὅπως ἀναγρα- | |
10 | φῇ τὸ πρότερον δόγμα, ὃ κατεβάλοντο |
οἱ πρόγονοι περὶ τᾶς ἀσυλίας καὶ καθιε- | |
ρώσιος τᾶς τῶν Τηΐων πόλιος καὶ τᾶς | |
χώρας, ἐν ὁποίωι κα κρίνωμεν ἱερῶι, περὶ | |
ὧν καὶ οἱ πρεγγευταὶ διελέγησαν ἀκο- | |
15 | λούθως τοῖς ἐν τῶι ψαφίσματι κα- |
τακεχωρισμένοις μετὰ πάσης φιλο- | |
τιμίας· v ἀγαθᾶι τύχαι ἔδοξεν Ἐρωνίων | |
τοῖς κόσμοις καὶ τᾶι πόλει ἐπαινέσαι | |
τὸν δᾶμον τὸν Τηΐων ἐπὶ τῶι πρός | |
20 | τε τὸς θεὸς εὐσεβῶς διακεῖσθαι καὶ |
μεμνᾶσθαι τῶν φίλων καὶ συγγενέων, | |
καὶ ἀποκρίνασθαι ὅτι ἁ πόλις τῶν Ἐρωνίων | |
καὶ πρότερον τετήρηκεν τὰν πρὸς Τη- | |
ΐους φιλίαν καὶ εὔνοιαν, καὶ νῦν δὲ | |
25 | μένουσα ἐπὶ τᾶς αὐτᾶς αἱρέσιος, τό τε |
δόγμα τὸ πρότερον γραφὲν ὑπὸ τῶν προ- | |
γόνων περὶ τᾶς καθιερώσιος καὶ ἀσυ- | |
λίας τᾶς πόλιος καὶ τᾶς χώρας τᾶς Τη- | |
ΐων ὁμοίως δὲ καὶ τὸ νῦν ἀναγραψ<ε>ῖ ἐς τὸ | |
30 | ἱαρὸν τὸ τοῦ Ἀσκλαπιοῦ, καὶ τηρήσει |
τὰν φιλίαν καὶ ἐπὶ πλεῖον αὐξήσει, καὶ ἐ- | |
άν τις ἐπὶ τὰν πόλιν τὰν Τηΐων ἢ τὰν | |
χώραν τὰν καθιερωμέναν τῶι Διονύσωι | |
τῶι ἀρχαγέται τᾶς πόλιος αὐτῶν στρα- | |
35 | τεύηται ἢ κατὰ γᾶν ἢ κατὰ θάλασσαν |
βοαθήσει ὁ δᾶμος ὁ Ἐραννίων καθότι ἂν | |
ᾖ δυνατός· ὅπως δὲ εἴδωντι Τήϊοι | |
τὰν Ἐραννίων εὔνοιαν, ἃν ἔχοντι πορ- | |
τ’ αὐτός, δεδόχθαι ἦμεν Τηΐους πολίτας | |
40 | Ἐραννίων, εἶναι δὲ αὐτοῖς καὶ ἀτέλειαν |
καὶ ἔνκτησιν γᾶς καὶ οἰκίας· ἐπαινοῦ- | |
μεν δὲ καὶ τοῦς πρεγγευτὰς Ἡρόδοτον | |
Μηνοδότω, Μενεκλέα Διονυσίω ἐπί τε | |
τῶι σπεύδειν ὑπὲρ τᾶς πατρίδος φιλο- | |
45 | τίμως, καὶ τὰν ἐνδαμίαν πεποιῆσθαι |
ἀξίως ἀμφοτερᾶν τᾶν πολίων, ἦμεν | |
δὲ αὐτὸς καὶ προξένος τᾶς τῶν Ἐραν- | |
νίων πόλιος, καλέσαι δὲ αὐτὸς καὶ ἐπὶ | |
ξενισμὸν ἐπὶ τὰν κοινὰν ἑστίαν. |