Decree of Biannos confirming friendship with Teos and
establishing isopolity with it; c. 170/140 BC; found near Hereke:
*LW 77; **ICret I Biannos no. 2 (ll. 7, 17, 18, 23, 35-9).
[ ]
LW 77
1 | vacat Βιαννίων vacat |
ἔδοξεν Βιαννίων τοῖς κόσμοις καὶ τᾶι | |
πόλει. ἐπειδὴ Τήϊοι φίλοι καὶ συγγενεῖς | |
ὑπάρχοντες διὰ προγόνων ψάφισ- | |
5 | μα καὶ πρεγγευτὰς ἀπέστειλαν Ἡρό- |
δοτον Μηνοδότου καὶ Μενεκλῆν Διονυ- | |
[σίου, οἳ δὲ ἐ]πελθόντες ἐπὶ τὸς κόσμος | |
καὶ τὰν ἐκκλησίαν διελέγησαν ἀκολού- | |
θως τοῖς ἐν τῶι ψαφίσματι κατακε- | |
10 | χωρισμένοις, ἀποδεικνύοντες τὰν |
πόλιν ὑπὸ τῶν προγόνων ἁμῶν κα- | |
θιερωμέναν τῶι Διονύσωι καὶ ἄσυλον γε- | |
γενημέναν· διὸ καὶ ἔδοξεν τοῖς κόσμοις | |
καὶ τᾶι πόλει τῶν Βιαννίων ἀποκρίνασ- | |
15 | θαι Τηΐοις, διότι καὶ ἐν τοῖς πρότερον χρό- |
νοις ἀπ’ οὐθενὸς ἀπέσταμεν τῶν συμ- | |
φερόντων ὑμῖν, καὶ νῦν δ’ ἐς τὰ παρα<κ>αλού- | |
μενα ὑφ’ ὑμίων συνεμβάντες διά τε | |
τὰν συγγένειαν καὶ τὰν φιλίαν τὰν | |
20 | προϋπάρχουσαν καὶ διὰ τὸν θεὸν ὧι |
καθιέρωται ἅ τε πόλις καὶ χώρα ὑμί- | |
ων, ἀναγράψομεν δὲ τό τε πρότερον | |
δόγμα ἐστάλαι λιθίναι καὶ ἀναθήσο- | |
μεν ἐς τὸ τοῦ Ἄρεος ἱερὸν, ποιοῦμεν | |
25 | δὲ ὑμᾶς καὶ ἰσοπολίτας καὶ ἀτελεῖς |
καὶ πολέμω καὶ εἰράνας, καὶ ἐάν τινες | |
ἐπὶ τὰν χώραν τὰν καθιερωμέναν | |
καὶ ἐπὶ τὰν πόλιν ἐπερχόμενοι πολεμῶ- | |
σιν ἢ ἀφαιρῶνταί τι ὑμῶν, βοαθήσο- | |
30 | μεν καθότι ἂν ὦμεν δυνατοί, ἔν τε |
τοῖς λοιποῖς πειρασόμεθα αἰεί τινος | |
ἀγαθῶ ὑμῖν παραίτιοι γίνεσθαι· ἐπαι- | |
νοῦμεν δὲ καὶ τοὺς πρεσβευτὰς | |
Ἡρόδοτον καὶ Μενεκλῆν ἐπὶ τῶι | |
35 | σπεύδειν ὑπὲρ τᾶς πατρίδος καὶ τὰ[ν ἐνδαμίαν πεποιῆσθαι ἀ]- |
ξίως ἀμφοτερᾶν <τᾶν> πολίων, ἐκαλέσα[μεν δ’ αὐτοὺς ἐπὶ ξενισ]- | |
μὸν ἐς τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑ[στίαν. εἰναῖ δὲ] | |
αὐτοὺς καὶ <⁶¹>⁶¹[⁵¹τοὺς]⁵¹ προξένους <τᾶς> πόλιος τᾶ[ς Βιαννίων. ἐπὶ] | |
κόσμου Δεξίου τοῦ Γλαύκου, μηνὸς Ἐλε[υσινίου.] |