Decree of Arkades on Crete confirming previous decree for
Teos and establishing isopolity with it; c. 170/140 BC: CIG 3052;
*LW 80, ll. 3-38; **ICret I Arcades no. 53 (ll. 10, 13, 18-9,
23-8, 29, 38, 40).
[ ]
LW 80.3-38
1 | vacat Ἀρκάδων. vacat |
ἔδοξεν Ἀρκάδων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει- | |
δὴ Τήϊοι φίλοι καὶ συγγενεῖς καὶ εὔνοοι ὑπάρχοντες | |
τᾶι πόλει διὰ προγόνων ψάφισμα καὶ πρεσβευτὰς | |
5 | ἀπέσταλκαν Ἡρόδοτον Μηνοδότου Μενεκλῆν Δι- |
ονυσίου, οἳ καὶ ἐπελθόντες ἐπὶ τὸ κοινὸν τῶν Ἀρ- | |
κάδων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ διελέ- | |
γεν μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας, ἐνφανί- | |
ζοντες τὰν εὔνοιαν τοῦ δάμου ἃν ἔχει πρὸς Ἀρ- | |
10 | κάδας καὶ τοὺς λοιποὺς [Κρηται]έας, τάν τε εὐσέ- |
βειαν ἃν ἔχετε πρὸς πάντας τοῦς θεοὺς μά- | |
λιστα δὲ πρὸς τὸν Διόνυσον τὸν ἀρχαγέταν ὑ- | |
μέ<ων, ὧι> ἅ τε πόλις καὶ χώρα ὑμῶν καθιέρω- | |
ται, περί τε τῶν ἄλλων τῶν συμφερόντων | |
15 | ταῖς πόλεσιν διελέγησαν ἀξίως ἀμφοτε- |
ρᾶν τᾶν πόλεων, παρεκάλεον δὲ ἁμὲ καὶ ἀνα- | |
γράψαι τὸ πρότερον δοθὲν ὑμῖν δόγμα περὶ | |
τᾶς ἀσυλίας ἐν ὁποίωι τε κρίνωμεν ἱερῶι· δε- | |
[δ]όχθαι ἀποκρίνασθα<ι> τοῖς πρεσβευταῖς τῶν | |
20 | [Τ]ηΐων καὶ τᾶι πόλει, διότι τὸ κοινὸν τῶν Ἀρ- |
[κά]δων καὶ ἐν τοῖς πρότερον χρόνοις ἀπ’ οὐδε- | |
[νὸς] ἀπέστα τῶν συμφερόντων τῶι δάμωι | |
[τῶι] Τηΐων, διά τε τὸν Διόνυσον τὸν ἀρχαγέταν | |
[ὑμέων] τᾶς πόλεως καὶ διὰ τοὺς λοιποὺς θεοὺς | |
25 | [καὶ ἀνανεω]σαμένων τῶν παρ’ ὑμῶν πρεσβευ- |
[τᾶν τάν] τε φιλίαν καὶ συγγένειαν καὶ ἀποδει- | |
[ξαμένων] τὰν εὔνοιαν ἃν ἔχετε διὰ παντὸς | |
[ἐς τοὺς Κρ]ηταιεῖς πάντας καὶ τὸ κοινὸν τῶν Ἀρ- | |
κάδων· βωλόμενοι οὖν καὶ ἡμεῖς τοῖς εὐνόως | |
30 | διακειμένοις ἐν χάριτος μέρει μὴ λείπεσθαι, τό |
τε πρότερον δόγμα ὃ ἔχετε παρ’ ἡμῶν περὶ τᾶς | |
ἀσυλίας καὶ τᾶς καθιερώσιος τᾶς τε πόλιος καὶ τᾶς | |
χώρας ἀναγράψομεν, καθότι παρακαλεῖτε διὰ τοῦ | |
ψαφίσματος, εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, καὶ συν- | |
35 | τηρήσομεν τὰ δεδομένα ὑμῖν φιλάνθρωπα· πα- |
ρακαλεσάντων δὲ ἁμὲ τῶν πρεσβευτᾶν δοῦναι | |
ὑμῖν ἰσοπολιτείαν καὶ ἔνκτησιν γᾶς καὶ οἰκίας καὶ ἀτέ- | |
λειαν, ταῦτά τε δίδομεν ὑμῖν, καὶ ἐάν τινες ἀδικῶσιν | |
ὑμᾶς ἢ τὰν χώραν παραίρωνται τὰν καθιερωμέ- | |
40 | ναν τῶι Διονύσωι καὶ πολεμέωσιν κατὰ γᾶν |
ἢ κατὰ θάλασσαν βοαθήσομεν ὑμῖν καθότι ἂν ἔω- | |
μεν δυνατοὶ· εἶναι δὲ καὶ τὰ φιλάνθρωπα Τηΐοις πα- | |
ρ’ Ἀρκάvσι πάντα ὅσα καὶ Ἀρκάσιν ἔσται· ἐπαινέομεν | |
δὲ καὶ τὸς πρεσβευτὰς Ἡρόδοτον καὶ Μενεκλέα | |
45 | ἐπὶ τῶι σπεύδειν ὑπὲρ τᾶς πατρίδος ἐκτενῶς |
καὶ τὰν παρεπιδαμίαν πεποιῆσθαι ἀξίως ἀμφοτε- | |
ρᾶν τᾶμ πόλεων, δοθῆμεν δὲ αὐτοῖς καὶ ξένια τὰ | |
ἐκ τῶν νόμων, εἶναι δὲ Ἡρόδοτον Μηνοδότω καὶ | |
Μενεκλῆ Διονυσίω προξένος τᾶς πόλεος ἁμῶν. | |
50 | vacat ἔρρωσθε. |