Decree of Aptera confirming friendship with and asylia of
Teos; c. 170/140 BC; found near Hereke: *LW 75; **ICret II Aptera
no. 2 (ll. 15, 30, 38, 58).
[ ]
LW 75
1 | vacat Ἀπτεραίων. vacat |
Ἀπτεραίων οἱ κόσμοι καὶ ἁ πόλις Τη- | |
ΐων τᾶι βωλᾶι καὶ τῶι δάμωι χαίρειν. | |
παραγενόμενοι οἱ παρ’ ὑμέων πρεγγευ- | |
5 | ταὶ Ἡρόδοτος Μηνοδότω, Μενεκλῆς |
Διονυσίω τό τε ψάφισμα ἀπέδω- | |
καν, ἐν ὧι ἐγράψατε ἀνανεώσασθαι | |
τάν τε συγγένειαν καὶ τὰν προϋ- | |
πάρχουσαν φιλίαν τά τε δεδομένα | |
10 | τίμια ὑπὸ τᾶς ἁμᾶς πόλεως ἐν τοῖς |
πρότερον χρόνοις καὶ τὰν καθιέρωσιν | |
τᾶς πόλιος καὶ τᾶς χώρας τῶι Διονύ- | |
σωι· παρεκαλεῖτε δὲ καὶ ἀναγράψαι | |
τὸ πρότερον δόγμα ἐν ὁποίῳ κα κρί- | |
15 | νωμεν ἱερῶι· διελέγη<σ>αν <δὲ> καὶ οἱ παρ’ ὑ- |
μῶν πρεγγευταὶ ἀκολούθως τοῖς ἐν | |
τῶι ψαφίσματι ἀποφαίνοντες τάν | |
τε πόλιν εὐεβῶς διακειμέναν | |
πρὸς πάντας τὸς θεός, μάλιστα δὲ | |
20 | πρὸς τὸν Διόνυσον ὄντ<α> ἀρχαγέταν |
τᾶς πόλεως ὧι καὶ καθιερῶσθαι συν- | |
βέβακε τάν τε πόλιν καὶ τὰν χώραν, | |
ὑπέρ τε τῶν λοιπῶν πᾶσαν σπου- | |
δὰν καὶ φιλοτιμίαν ποτάγοντες δι- | |
25 | ελέγην· διὸ καὶ δεδόχθαι ἀποκρίνασθαι |
τῶι δάμωι τῶι Ἀπτεραίων Τηΐοις | |
οὖσιν συγγενέσι καὶ φίλοις, διό- | |
τι ἔν τε τοῖς πρότερον χρόνοις τυγ- | |
χάνομεν εὐσεβῶς διακείμενοι πο- | |
30 | τὶ πάντας τὸς θεὸς θ’ ἡμῶν [μάλιστα δὲ] |
καὶ τὸν Διόνυσον δι’ ὃν καὶ πρότερον τάν | |
τε ἀσυλίαν ὑμῖν ἐδώκαμεν καὶ καθι- | |
ερώσαμεν τὰν χώραν καὶ τὰν πόλιν, | |
τετηρηκότες δὲ τὰ προδεδομένα ὑ- | |
35 | μῖν φιλάνθρωπα μέχρι τοῦ νῦν, πειρά- |
ξομεν καὶ εἰς τὸν λοιπὸν χρόνον | |
διαφυλάσσειν ἀν<α>νεωσάμενοι ἃ | |
παρακαλεῖτε διὰ τοῦ ψαφίσματος, καὶ | |
οὐκ ἀδικέομεν Τηΐος συγγενέας | |
40 | καὶ φίλος ὑπάρχοντας οὔτε πολέμου |
οὔτ’ εἰράνας, καθότι οὔτε πρότερον | |
πειράξομεν δὲ καὶ ἐάν τινες ἀδικῶν- | |
τι Τηΐος ἢ κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἢ κα- | |
τὰ γᾶν ἢ κατὰ θάλασσαν ἐόντας ἱα- | |
45 | ρὸς καὶ ἀσύ<λ>ος, βοαθεῖν αὐτοῖς καθότι |
ἂν ὦμεν δυνατοί, καὶ ἐάν τινες ὁρμι- | |
όμενοι ἐξ Ἀπτέρας ἀδικήσωντι Τη- | |
ΐος, εἶναι αὐτὸς ἐνόχος τῶι τῆς ἱερο- | |
συλίας νόμωι· ἀγγραψάτωσαν δὲ καὶ | |
50 | Τήϊοι τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν |
τῶ Διονύσω, ὅπως φανεφὰ ᾖ πᾶσι τοῖς | |
Ἕλλησι ἡ τῶν Ἀπτεραίων εὐσέβεια | |
πρὸς πάντας τὸς θεός, ἀναγραψῶμεν | |
δὲ καὶ ἁμὲν τό τε πρότερον δόγμα | |
55 | καὶ τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν τὸ |
τᾶς Ἀρτέμιδος τᾶς Ἀπτέρας· ἐκαλέσα- | |
μεν δὲ καὶ ἐπὶ ξένια τοὺς πρεγγευτὰς | |
[ ἐπὶ τὰ]ν κοινὰν Ε[στίαν]. ἔρρωσθε. |