Decree of Rhaukos according asylia to Teos; c. 200 BC: CIG 3051; *LW 63; **ICret I Rhaucos no. 1 (ll. 2, 5, 9-11, 13, 15).  
[ ] LW 63
1 vacat Ῥαυκίων. vacat
ἔδοξε Ῥαυκίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπειδὴ παραγε-
νόμενοι πρεσβευταὶ παρὰ τῶ δάμω<⁶¹ι>⁶¹[⁵¹]⁵¹ τῶ Τηΐων πορτὶ Ῥω-
κίονς Ἀπολλόδοτος Ἀστυάνακτος, Κωλώτας Ἑκατωνύμου
5 ἐπελθ<⁶¹>⁶¹[⁵¹ι]⁵¹όντεν ἐπὶ τὰν ἐκκλησίαν ἐνεφάνιξαν τάν τε
οἰκειότατα τὰν ὑπάρχονσαν Ῥαυκίοις ποθ’ αὑτόνς,
καὶ περὶ τᾶς ἀσυλίας τᾶς τε πόλεος καὶ τᾶς χώρας πα-
ρεκάλεσαν· ἔτι δὲ καὶ τῶ παρ’ Ἀντιόχω τῶ βασιλέος πρει-
γευτᾶ Ἀγησάνδρω παρακαλέσαντος μετὰ πάν<⁶¹>⁶¹[⁵¹σ]⁵¹σα<ς>
10 σπουδᾶ[ς] καὶ φιλοτιμία[ς], ὁμοίως δὲ καὶ τῶν παρ’ ἁμῶν
πρεισγευτᾶν ἐμφανιξάντων τὰν ὑμ[ῶ]ν εὔνοι[άν τε κ]αὶ
προθυμίαν, δεδόχθαι Ῥαυκίων τοῖς [κόσμοι]ς [καὶ τᾶι] πό-
λει ἀποκρίνασθαι Τ[η]ΐοι[ς], ὅτι ἅ τε καθ[ιάρωσι]ς [τῶι Δι]ονύ-
σωι τᾶς πόλεος καὶ τᾶς χώρας αὐτοῖς, ἅ τε ἀσυλία καὶ
15 τἄλλα ἔνδοξα καὶ τίμια παρ’ [ἁμῶν ὑπάρξει αὐτοῖς —]
νῦν τε καὶ τὸν ἄλλον χρόνον πάντα.
Search Help
Contact Us