Decree of Lato pros Kamara confirming kinship and asylia of Teos; c. 200 BC: *LW 74; **ICret I Lato no. 15 (ll. 4, 5, 9, 18-20, 25, 30, 31).  
[ ] LW 74
1 vacat Λατίων τῶν πρὸς Καμάραι. vacat
ἔδοξεν Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει-
δὴ Τήϊοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρ-
χοντες ψάφισμα καὶ πρειγευτὰν<ς> ἀπέσταλκαν Ἀ-
5 πολλόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ
κοινὸν τὸ Λατίων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐ-
τοὶ διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις, τὰν
ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιού-
μενοι περί <τε> τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ-
10 σωι τᾶς πόλιος καὶ τᾶς χώρας τᾶς Τηΐων καὶ τὰν
ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς
E)/NDOCA KAI\ TI/MIA DIA\ TO\N QEO\N YAFISAME/NOS
καὶ αὐτὸς συναύξεν καὶ ἀεί τινος ἀγαθῶ πα-
ραιτίος γίνεσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα πράξαν-
15 τες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ τὸν θεὸν
εὐσεβείαι τᾶι μεγίσται καὶ χαρι<ξ>ιόμεθα τῶι δά-
μῶι· περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσας
εὐνοίας καὶ προθυμίας καὶ <τῶ> παρὰ τῶ βασιλέος Φιλίπ-
πω πρειγευτᾶ Περδίκκα<⁶¹>⁶¹[⁵¹ι]⁵¹· ἀποκρίνασθαι τῶι δά-
20 μωι τῶι Τηΐων ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐ[μ]
πᾶσιν εὐχαριστεῖ καὶ μεμναμένοι τὰν προϋπάρ-
χονσαν τᾶι πόλει συγγένειαν, τάν τε καθιέρω-
σιν τῶι Διονύσωι τάν τε πόλιν καὶ τὰν χώραν ἦμεν
ἱερὰν καὶ ἄσυλον, βωλόμενοι χαρίζεσθαι Περδίκ-
25 και, δίδομεν δὲ καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔνδο-
ξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπροφασίστως
ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοί. καὶ εἴ τινές κα τῶν ὁρ-
μιομένων Λατόθεν ἀδικήσωντί τινα Τήϊον
ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀ-
30 συλίας τᾶς <τε> πόλιος καὶ τᾶς χώρας ἐξέστω τῶι
παργενομένωι Τηΐων ἐπιλαβ<έσθαι> καὶ σω-
μάτων καὶ χρημάτων, εἴ τίς κα ἄγηι· οἱ δὲ κόσμοι
οἱ τόκα κοσμίοντες ἀναγκαζόντων ἀποδιδό-
μεν τὸς ἔχοντας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι·
35 γράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας.
Search Help
Contact Us