Decree of Lato according friendship and asylia to Teos; c. 200 BC: CIG 3058 and p. 1125; *LW 67; **ICret I Lato no. 2 (ll. 9-12, 18-20).  
[ ] LW 67
1 vacat Λατίων vacat
ἔδοξε Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπειδὴ
Τήϊοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρχον-
τες ψάφισμα καὶ πρειγευτὰνς ἀπέσταλκαν Ἀπολ-
5 λόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ κοι-
νὸν τὸ Λατίων τό τε ψάφισμα ἐπέδωκαν καὶ αὐτοὶ
διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις τὰν ἐκτε-
[νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμενοι] περί τε
[τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύσωι τᾶς] πό-
10 [λιος καὶ τᾶς χώρας τᾶς Τηΐων καὶ τὰν ἀσυλίαν,] ἔτι
[δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τί]μι[α διὰ]
[τὸν θεὸν, —]
13/17 {²5 lines missing}²
18 [— ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐμ πᾶσιν]
εὐχαριστεῖ καὶ μεμναμένοι τὰν προϋπάρχονσ[αν τᾶι]
20 πόλει συγγένειαν τάν τε καθιέρωσιν τῶι Διονύσωι, τάν [τε]
πόλιν καὶ τὰν χώραν ἦμεν ἱερὰν καὶ ἄσυλον βωλόμε[νοι]
χαρίζεσθαι Περδίκκαι δίδομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχον-
τα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπρο-
φασίστως ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοὶ, καὶ εἴ τινές κα τῶν
25 ὁρμιομένων Λατόθεν ἀδικήσωντί τινα Τήϊον ἢ κοινᾶι
ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας τᾶς τε
πόλεος καὶ τᾶς χώρας, ἐξέστω τῶι παραγενομένωι
Τηΐων ἐπιλαβέσθαι καὶ σωμάτων καὶ χρημάτων, εἴ τίς
κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τοκ’ ἀεὶ κοσμίοντες ἀναγκαζόν-
30 των ἀποδιδόμεν τὸς ἔχοντας ἀζήμιοι ὄντες καὶ ἀν-
υπόδικοι· ἀγγράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας.
Search Help
Contact Us