Decree of Istron establishing friendship with and asylia of
Teos; c. 200 BC: CIG 3048 and p. 1125; *LW 70; **ICret I Istron
no. 1 (ll. 15, 18).
[ ]
LW 70
1 | vacat Ἰστρωνίων. vacat |
ἔδοξεν Ἰστρωνίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει- | |
δὴ Τήϊοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες διὰ προ- | |
γόνων τᾶι πόλει ψάφισμα καὶ πρεσβευτὰς ἀπέ- | |
5 | σταλκαν Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ ἐπελθόν- |
τες ἐπὶ τὸ κοινὸν τὸ Ἰστρωνίων τό τε ψάφισμα ἀπέ- | |
δωκαν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γε- | |
γραμμένοις, τὰν ἐκτενεστάταν σπουδὰν καὶ | |
φιλοτιμίαν ποιούμενοι περὶ τοῦ γενέσθαι τὰν κα- | |
10 | θιέρωσιν τῶ<ι> Διονύσω<ι> τᾶς τε πόλιος καὶ τᾶς χώρας |
τᾶς Τηΐων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρ- | |
χοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν θεὸν ψαφισα- | |
μένους καὶ αὐτοὺς συναύξειν καὶ ἀεί τινος ἀγαθοῦ | |
παραιτίους γίνεσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα ποιή- | |
15 | σαντες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ <τὸ> θεῖον |
εὐσεβείαι καὶ τὰ μέγιστα χαριξιόμεθα τῶι δάμωι· | |
περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσης σπου- | |
δᾶς καὶ προθυμίας καὶ [τοῦ παρὰ] το<ῦ> βασιλέως Φι- | |
λίππου πρεσβευτᾶ<⁶¹>⁶¹[⁵¹ι]⁵¹ Περδίκκα<⁶¹>⁶¹[⁵¹ι]⁵¹· ἀποκρίνασθαι τῶι | |
20 | δάμωι τῶι Τηΐων, ὅτι πρότερόν τε ἁ πόλις διακει- |
μένα φιλικῶς καὶ εὐνόως ποτὶ τὸ πλᾶθος τὸ | |
Τηΐων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐδενὸς | |
ἀπέστα τῶν συμφερόντων, καὶ νῦν δὲ καθό- | |
τι παρακαλεῖ ὁ δᾶμος ὁ Τηΐων καὶ Περδίκκας ὁ | |
25 | πολίτης αὐτῶν, προαιρούμενοι οὖν ἐμ πᾶσιν |
εὐχαριστεῖν καὶ μεμναμένοι τᾶς προϋπαρχού- | |
σας ταῖς πόλεσι συγγενείας, τάν τε καθιέρω- | |
σιν τῶι Διονύσωι τᾶς τε πόλιος καὶ τᾶς χώρας | |
ὑμῶν, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον εἶναι, βουλόμενοι | |
30 | χαρίζεσθαι Περδίκκαι δίδομεν καὶ τὰ λοιπὰ τὰ |
ὑπάρχοντα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλα- | |
ξίομεν ἀπροφασίστως ἐφ’ ὅσον κ’ ἔωμεν δυνατοί. | |
εἰ δέ τινές κα τῶν ὁρμιομένων ἐξ Ἴστρωνος ἀδι- | |
κήσωντί τινα Τηΐων ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν | |
35 | δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς |
Ἰστρωνίων, ἐξέστω τῶι παραγενομένωι Τηΐων | |
ἐπιλαβέσθαι καὶ τῶν σωμάτων καὶ χρήματα, εἴ | |
τίς κα ἄγηι. οἱ δὲ κόσμοι οἱ τόκα ἀεὶ κοσμοῦντες ἐ- | |
παναγκαζόντων ἀποδιδόμεν τοὺς ἔχοντας | |
40 | ἀζήμιοι ὄντες καὶ ἀνυπόδικοι. ἀναγράψαι δὲ καὶ |
τὸ δόγμα εἰς τὸ ἱερὸν τὸ τᾶς Ἀθάνας τᾶς Πολι- | |
άδος τοὺς γραμματέας τᾶς πόλιος. |