Decree of Eleutherna establishing friendship with and asylia
of Teos; c. 200 BC: CIG 3047; *LW 71; **ICret II Eleutherna no.
21 (ll. 5, 9, 12, 22).
[ ]
LW 71
1 | vacat Ἐλευθερναίων. vacat |
ἐπειδὴ Τήϊοι φίλοι καὶ συγγενεῖς διὰ προγόνων | |
ὑπάρχοντες ψάφισμά τε καὶ πρεσβευτὰς ἀπεστάλ- | |
καντι παρ’ ἁμὲ Ἀπολλόδοτόν τε καὶ Κ<ω>λώταν, οἵ- | |
5 | τινες ἐπελθόντες ἐπὶ τὰν ἐσκλησίαν τὰν φι- |
λίαν καὶ τὰν συγγένειαν τὰν ὑπάρχουσαν | |
ποτ’ αὐτοὺς καὶ τἄλλα διελέγησαν [εὖ καὶ] ἐν- | |
δόξως περί τε τῶ θεῶ καὶ τᾶς καθιερώσεως τᾶς πό- | |
λεως καὶ τᾶς χώρας, ἀκολούθως ἀπολο[γιζόμενοι] | |
10 | τοῖς ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις |
τάν τε φιλίαν καὶ τὰν εὔνοιαν διαφυλάσσειν καί | |
τινος ἀγαθῶ παραιτίους γίνεσθαι καὶ τὰ π̣[αρακαλώ]- | |
μενα ἐπὶ πλέον συναύξειν, ὁμοίως δὲ παρεκάλ[εσε] | |
καὶ Ἀγήσανδρος Εὐκράτευς Ῥόδιος ὁ παρὰ τῶ βασι- | |
15 | λέως Ἀντιόχω πρεσβευτὰς ἐπὶ τὰς τῶ πολέμω |
διαλύσεις ἀποσταλείς, οὐθὲν ἐλλείπων σπου- | |
δᾶς καὶ φιλοτιμίας κατ’ οὐθένα τρόπον· ὡσαύτως δὲ | |
καὶ Περδίκκας ὁ παρὰ τῶ βασιλέως Φιλίππω πεμ- | |
φθείς· δεδόχθαι τοῖς κόσμοις καὶ τᾶι πόλει τῶν Ἐλευ- | |
20 | θερναίων ἀποκρίνασθαι Τηΐοις φίλοις καὶ οἰκείοις |
οὖσιν διότι τά τε περὶ τὸν Διόνυσον καὶ αὐτοὶ σεβό- | |
μεθα καὶ τὸν ὑμὸν δᾶμον ἀσπαζόμεθά τε κἠ- | |
παινίομεν διότι καλῶς καὶ ἱεροπρεπῶς καὶ κατα- | |
ξίως τῶ θεῶ διεξάγοντες οὐ μόνον καθῶς πὰρ τῶν | |
25 | προγόνων παρέλαβον διαφυλάσσοντες, ἀλλὰ καὶ |
πολλῶι μᾶλλον προσαύξοντες. ἕνεκεν ὧν καὶ παρ’ ἁ- | |
μίων τὰ σεμνὰ καὶ τίμια δίδοται τῶι θεῶι καὶ Τηΐοις | |
καὶ τάν τε πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυ- | |
λον ἀποδείκνυμεν καὶ πειρασόμεθα συναύξειν. |