Decree of Axos according kinship and asylia to Teos; c. 200
BC: CIG 3050 and p. 1125; *LW 65; **ICret II Axos no. 17 (ll. 8,
14, 17).
[ ]
LW 65
1 | vacat ϝαξίων vacat |
ἔδοξεν ϝαξίων τοῖς κόσμοις καὶ τᾶι πόλει ψαφιξαμένοις | |
κατὰ τὸν νόμον· ἐπειδὴ Τήϊοι διὰ προγόνων φίλοι καὶ συγ- | |
γενεῖς ὑπάρχοντε[ς] τᾶς ἁμᾶς πόλεος ἀπέστειλαν ψά- | |
5 | φισμα καὶ πρειγευτὰς Ἀπολλόδοτον καὶ Κωλώταν, |
οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν καὶ τὸ ψάφισμα | |
ἀποδόντες διελέγεν πεδὰ πάνσας σπουδᾶς καὶ φι- | |
λοτιμίας περὶ τῶ<⁶¹ι>⁶¹[⁵¹]⁵¹ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ- | |
σωι τᾶς τε πόλεος αὐτῶν καὶ τᾶς χώρας καὶ τὰν ἀσυ- | |
10 | λίαν τά τε ἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμι- |
α διαφυλάδεν καὶ συνεπαύξεν ἐς τὸν ἀεὶ χρόνον, περ[ὶ] | |
δὲ τῶν αὐτῶν διαλεγέντος καὶ Περδίκκα τῶ παρὰ τῶ βα- | |
σιλέως Φιλίππω πρειγευτᾶ· vacat δεδόχθαι ϝαυξίων τοῖς | |
κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν<ς> πρειγευτὰν<ς> | |
15 | διότι καλῶς καὶ συμφερόντως διελέγεν περὶ τᾶς οἰκειότατος |
τᾶς ὑπαρχόνσας αὐτοῖς πορτ’ ἅμε καὶ τῶν λοιπῶν ἐνδό- | |
ξων καὶ τιμίων· ἀποκρίνασθαι δ(ὲ) {ι} ὅτι ὁ δᾶμος ὁ ϝαυξίων δια- | |
φυλάδων τὰν πορτὶ τὸ θεῖον εὐσέβειαν καὶ τᾶι πόλει τῶν | |
Τηΐων εὐχαριστεῖν βωλόμενος τάν τε καθιέρωσιν τῶι Δι- | |
20 | ονύσωι τᾶς τε πόλεος τῶν Τηΐων καὶ τᾶς χώρας ἀναδεί- |
κνυντι καὶ παρδέχεται ἱερὰν καὶ ἄσυλον καθότι παρκα- | |
λεῖ ὁ δᾶμος ὁ Τηΐων, ὑπάρξει δὲ καὶ τἄλλα τίμια | |
Τηΐοις πὰρ τᾶι πόλει τῶν ϝαυξίων νῦν τε καὶ αἰεί. | |
vacat ἔρρωσθε. |