Decree of Axos according kinship and asylia to Teos; c. 200 BC: CIG 3050 and p. 1125; *LW 65; **ICret II Axos no. 17 (ll. 8, 14, 17).  
[ ] LW 65
1 vacat ϝαξίων vacat
ἔδοξεν ϝαξίων τοῖς κόσμοις καὶ τᾶι πόλει ψαφιξαμένοις
κατὰ τὸν νόμον· ἐπειδὴ Τήϊοι διὰ προγόνων φίλοι καὶ συγ-
γενεῖς ὑπάρχοντε[ς] τᾶς ἁμᾶς πόλεος ἀπέστειλαν ψά-
5 φισμα καὶ πρειγευτὰς Ἀπολλόδοτον καὶ Κωλώταν,
οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν καὶ τὸ ψάφισμα
ἀποδόντες διελέγεν πεδὰ πάνσας σπουδᾶς καὶ φι-
λοτιμίας περὶ τῶ<⁶¹ι>⁶¹[⁵¹]⁵¹ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ-
σωι τᾶς τε πόλεος αὐτῶν καὶ τᾶς χώρας καὶ τὰν ἀσυ-
10 λίαν τά τε ἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμι-
α διαφυλάδεν καὶ συνεπαύξεν ἐς τὸν ἀεὶ χρόνον, περ[ὶ]
δὲ τῶν αὐτῶν διαλεγέντος καὶ Περδίκκα τῶ παρὰ τῶ βα-
σιλέως Φιλίππω πρειγευτᾶ· vacat δεδόχθαι ϝαυξίων τοῖς
κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν<ς> πρειγευτὰν<ς>
15 διότι καλῶς καὶ συμφερόντως διελέγεν περὶ τᾶς οἰκειότατος
τᾶς ὑπαρχόνσας αὐτοῖς πορτ’ ἅμε καὶ τῶν λοιπῶν ἐνδό-
ξων καὶ τιμίων· ἀποκρίνασθαι δ(ὲ) {ι} ὅτι ὁ δᾶμος ὁ ϝαυξίων δια-
φυλάδων τὰν πορτὶ τὸ θεῖον εὐσέβειαν καὶ τᾶι πόλει τῶν
Τηΐων εὐχαριστεῖν βωλόμενος τάν τε καθιέρωσιν τῶι Δι-
20 ονύσωι τᾶς τε πόλεος τῶν Τηΐων καὶ τᾶς χώρας ἀναδεί-
κνυντι καὶ παρδέχεται ἱερὰν καὶ ἄσυλον καθότι παρκα-
λεῖ ὁ δᾶμος ὁ Τηΐων, ὑπάρξει δὲ καὶ τἄλλα τίμια
Τηΐοις πὰρ τᾶι πόλει τῶν ϝαυξίων νῦν τε καὶ αἰεί.
vacat ἔρρωσθε.
Search Help
Contact Us