Decree of Delphi confirming friendship with and asylia of
Teos; 205/1 BC; also found at Delphi: *LW 84; FD III 2, no. 134c;
Wilhelm, GGA 160, 1898, pp. 216-220; **Syll3 565 (ll. 2, 4, 8,
10, 12, 13, 15).
[ ]
LW 84
1 | vacat Δελ[φῶν] |
[ἔδοξε τᾶι πόλει ἐν] ἀ[γ]ορᾶι τελείωι σύμ ψάφο[ι]ς ταῖς ἐν[νόμοις. ἐπειδὴ Τή]- | |
[ϊοι πρεσβευ]τὰς ἀποστείλαντες Πυθαγόραν Κλείτου κ[αὶ Κλεῖτον] | |
[Κ]λείτου τάν τε οἰκειότατα καὶ τὰν φιλίαν ἀνενεώσαν[το καὶ παρεκά]- | |
5 | λεον τὰν πόλιν, ὅπως ἅ τε πόλις καὶ ἁ χώρα αὐτῶν ἐπιχ[ωρηθῆι ἱερὰ εἶ]- |
μεν καὶ ἄσυλος τοῦ Διονύσου· δεδόχθαι τᾶι πόλει τάν τ[ε φιλίαν καὶ τὰν οἰ]- | |
κειότατα τάν ὑπάρχουσαν ποτὶ τοὺς Τηΐους διαφυλάσ[σειν καὶ ἐπὶ πλέ]- | |
ον αὔξειν, καὶ εἶμεν αὐτῶν τάν τε πόλιν καὶ τὰ[ν χώραν ] | |
ἱερὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς καὶ οἱ πρεσβε[υταὶ παρεκά]- | |
10 | λεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν [κα]ὶ ἀσ[υλίαν καὶ ] |
τοῖς ἐν Τέωι κατοικεόντοις καθὼς καὶ τοῖς [διονυσιακοῖς] | |
τεχνίταις. ὅπως δὲ διαμένηι τόδε τὸ [ψάφισμα] | |
ἐν {τὸμ} πάντα τὸν χρόνον, ἀναγράψαι το[ὺς ἐνάρχους] | |
βουλευτὰς ἐν τῶι ἱερῶι, ἄρχοντος Μεγάρτ[α, βουλευόντων] | |
15 | Μνασιθέου, Πρωτάρχου, Ἀθάμβου, Φιλί[νου, Νικοβούλου]. |