Decree of Delphi confirming friendship with and asylia of Teos; 205/1 BC; also found at Delphi: *LW 84; FD III 2, no. 134c; Wilhelm, GGA 160, 1898, pp. 216-220; **Syll3 565 (ll. 2, 4, 8, 10, 12, 13, 15).  
[ ] LW 84
1 vacat Δελ[φῶν]
[ἔδοξε τᾶι πόλει ἐν][γ]ορᾶι τελείωι σύμ ψάφο[ι]ς ταῖς ἐν[νόμοις. ἐπειδὴ Τή]-
[ϊοι πρεσβευ]τὰς ἀποστείλαντες Πυθαγόραν Κλείτου κ[αὶ Κλεῖτον]
[Κ]λείτου τάν τε οἰκειότατα καὶ τὰν φιλίαν ἀνενεώσαν[το καὶ παρεκά]-
5 λεον τὰν πόλιν, ὅπως ἅ τε πόλις καὶ ἁ χώρα αὐτῶν ἐπιχ[ωρηθῆι ἱερὰ εἶ]-
μεν καὶ ἄσυλος τοῦ Διονύσου· δεδόχθαι τᾶι πόλει τάν τφιλίαν καὶ τὰν οἰ]-
κειότατα τάν ὑπάρχουσαν ποτὶ τοὺς Τηΐους διαφυλάσ[σειν καὶ ἐπὶ πλέ]-
ον αὔξειν, καὶ εἶμεν αὐτῶν τάν τε πόλιν καὶ τὰ[ν χώραν ]
ἱερὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς καὶ οἱ πρεσβε[υταὶ παρεκά]-
10 λεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν [κα]ὶ ἀσ[υλίαν καὶ ]
τοῖς ἐν Τέωι κατοικεόντοις καθὼς καὶ τοῖς [διονυσιακοῖς]
τεχνίταις.  ὅπως δὲ διαμένηι τόδε τὸ [ψάφισμα]
ἐν {τὸμ} πάντα τὸν χρόνον, ἀναγράψαι το[ὺς ἐνάρχους]
βουλευτὰς ἐν τῶι ἱερῶι, ἄρχοντος Μεγάρτ[α, βουλευόντων]
15 Μνασιθέου, Πρωτάρχου, Ἀθάμβου, Φιλί[νου, Νικοβούλου].
Search Help
Contact Us